TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 188
Previous part

Book: Jos. 
ΙΗΣΟΥ (ΒΑ)


Chapter: 1 
Verse: 1    Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ εἶπεν κύριος τῷ ᾽Ιησοῖ υἱῷ Ναυη τῷ ὑπουργῷ Μωυσῆ λέγων
Verse: 2    
Μωυσῆς ϑεράπων μου τετελεύτηκεν· νῦν οὖν ἀναστὰς διάβηϑι τὸν Ιορδάνην, σὺ καὶ πᾶς λαὸς οὗτος, εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς.
Verse: 3    
πᾶς τόπος, ἐϕ' ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ,
Verse: 4    
τὴν ἔρημον καὶ τὸν ᾽Αντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐϕράτου, καὶ ἕως τῆς ϑαλάσσης τῆς ἐσχάτης ἀϕ' ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν.
Verse: 5    
οὐκ ἀντιστήσεται ἄνϑρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε.
Verse: 6    
ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς.
Verse: 7    
ἴσχυε οὖν καὶ ἀνδρίζου ϕυλάσσεσϑαι καὶ ποιεῖν καϑότι ἐνετείλατό σοι Μωυσῆς παῖς μου, καὶ οὐκ ἐκκλινεῖς ἀπ' αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, ἵνα συνῇς ἐν πᾶσιν, οἷς ἐὰν πράσσῃς.
Verse: 8    
καὶ οὐκ ἀποστήσεται βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτός, ἵνα συνῇς ποιεῖν πάντα τὰ γεγραμμένα· τότε εὐοδωϑήσῃ καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις.
Verse: 9    
ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς μηδὲ ϕοβηϑῇς, ὅτι μετὰ σοῦ κύριος ϑεός σου εἰς πάντα, οὗ ἐὰν πορεύῃ.
Verse: 10    
Καὶ ἐνετείλατο ᾽Ιησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ λέγων
Verse: 11    
Εἰσέλϑατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ καὶ ἐντείλασϑε τῷ λαῷ λέγοντες ῾Ετοιμάζεσϑε ἐπισιτισμόν, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην τοῦτον εἰσελϑόντες κατασχεῖν τὴν γῆν, ἣν κύριος ϑεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.
Verse: 12    
καὶ τῷ Ρουβην καὶ τῷ Γαδ καὶ τῷ ἡμίσει ϕυλῆς Μανασση εἶπεν ᾽Ιησοῦς
Verse: 13    
Μνήσϑητε τὸ ῥῆμα κυρίου, ἐνετείλατο ὑμῖν Μωυσῆς παῖς κυρίου λέγων Κύριος ϑεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην.
Verse: 14    
αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ, ἔδωκεν ὑμῖν· ὑμεῖς δὲ διαβήσεσϑε εὔζωνοι πρότεροι τῶν ἀδελϕῶν ὑμῶν, πᾶς ἰσχύων, καὶ συμμαχήσετε αὐτοῖς,
Verse: 15    
ἕως ἂν καταπαύσῃ κύριος ϑεὸς ὑμῶν τοὺς ἀδελϕοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κληρονομήσωσιν καὶ οὗτοι τὴν γῆν, ἣν κύριος ϑεὸς ἡμῶν δίδωσιν αὐτοῖς· καὶ ἀπελεύσεσϑε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν δέδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ Ιορδάνου ἀπ' ἀνατολῶν ἡλίου.
Verse: 16    
καὶ ἀποκριϑέντες τῷ ᾽Ιησοῖ εἶπαν Πάντα, ὅσα ἂν ἐντείλῃ ἡμῖν, ποιήσομεν καὶ εἰς πάντα τόπον, οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς, πορευσόμεϑα·
Verse: 17    
κατὰ πάντα, ὅσα ἠκούσαμεν Μωυσῆ, ἀκουσόμεϑα σοῦ, πλὴν ἔστω κύριος ϑεὸς ἡμῶν μετὰ σοῦ, ὃν τρόπον ἦν μετὰ Μωυσῆ.
Verse: 18    
δὲ ἄνϑρωπος, ὃς ἐὰν ἀπειϑήσῃ σοι καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καϑότι ἂν αὐτῷ ἐντείλῃ, ἀποϑανέτω. ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.