TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 193
Chapter: 6
Verse: 1
Καὶ
Ιεριχω
συγκεκλεισμένη
καὶ
ὠχυρωμένη
,
καὶ
οὐϑεὶς
ἐξεπορεύετο
ἐξ
αὐτῆς
οὐδὲ
εἰσεπορεύετο
.
Verse: 2
καὶ
εἶπεν
κύριος
πρὸς
᾽Ιησοῦν
᾽Ιδοὺ
ἐγὼ
παραδίδωμι
ὑποχείριόν
σου
τὴν
Ιεριχω
καὶ
τὸν
βασιλέα
αὐτῆς
τὸν
ἐν
αὐτῇ
δυνατοὺς
ὄντας
ἐν
ἰσχύι
·
Verse: 3
σὺ
δὲ
περίστησον
αὐτῇ
τοὺς
μαχίμους
κύκλῳ
,
Verse: 5
καὶ
ἔσται
ὡς
ἂν
σαλπίσητε
τῇ
σάλπιγγι
,
ἀνακραγέτω
πᾶς
ὁ
λαὸς
ἅμα
,
καὶ
ἀνακραγόντων
αὐτῶν
πεσεῖται
αὐτόματα
τὰ
τείχη
τῆς
πόλεως
,
καὶ
εἰσελεύσεται
πᾶς
ὁ
λαὸς
ὁρμήσας
ἕκαστος
κατὰ
πρόσωπον
εἰς
τὴν
πόλιν
.
Verse: 6
καὶ
εἰσῆλϑεν
᾽Ιησοῦς
ὁ
τοῦ
Ναυη
πρὸς
τοὺς
ἱερεῖς
Verse: 7
καὶ
εἶπεν
αὐτοῖς
λέγων
Παραγγείλατε
τῷ
λαῷ
περιελϑεῖν
καὶ
κυκλῶσαι
τὴν
πόλιν
,
καὶ
οἱ
μάχιμοι
παραπορευέσϑωσαν
ἐνωπλισμένοι
ἐναντίον
κυρίου
·
Verse: 8
καὶ
ἑπτὰ
ἱερεῖς
ἔχοντες
ἑπτὰ
σάλπιγγας
ἱερὰς
παρελϑέτωσαν
ὡσαύτως
ἐναντίον
τοῦ
κυρίου
καὶ
σημαινέτωσαν
εὐτόνως
,
καὶ
ἡ
κιβωτὸς
τῆς
διαϑήκης
κυρίου
ἐπακολουϑείτω
·
Verse: 9
οἱ
δὲ
μάχιμοι
ἔμπροσϑεν
παραπορευέσϑωσαν
καὶ
οἱ
ἱερεῖς
οἱ
οὐραγοῦντες
ὀπίσω
τῆς
κιβωτοῦ
τῆς
διαϑήκης
κυρίου
πορευόμενοι
καὶ
σαλπίζοντες
.
Verse: 10
τῷ
δὲ
λαῷ
ἐνετείλατο
᾽Ιησοῦς
λέγων
Μὴ
βοᾶτε
,
μηδὲ
ἀκουσάτω
μηϑεὶς
ὑμῶν
τὴν
ϕωνήν
,
ἕως
ἂν
ἡμέραν
αὐτὸς
διαγγείλῃ
ἀναβοῆσαι
,
καὶ
τότε
ἀναβοήσετε
.
Verse: 11
καὶ
περιελϑοῦσα
ἡ
κιβωτὸς
τῆς
διαϑήκης
τοῦ
ϑεοῦ
τὴν
πόλιν
εὐϑέως
ἀπῆλϑεν
εἰς
τὴν
παρεμβολὴν
καὶ
ἐκοιμήϑη
ἐκεῖ
.
Verse: 12
καὶ
τῇ
ἡμέρᾳ
τῇ
δευτέρᾳ
ἀνέστη
᾽Ιησοῦς
τὸ
πρωί
,
καὶ
ἦραν
οἱ
ἱερεῖς
τὴν
κιβωτὸν
τῆς
διαϑήκης
κυρίου
,
Verse: 13
καὶ
οἱ
ἑπτὰ
ἱερεῖς
οἱ
ϕέροντες
τὰς
σάλπιγγας
τὰς
ἑπτὰ
προεπορεύοντο
ἐναντίον
κυρίου
,
καὶ
μετὰ
ταῦτα
εἰσεπορεύοντο
οἱ
μάχιμοι
καὶ
ὁ
λοιπὸς
ὄχλος
ὄπισϑε
τῆς
κιβωτοῦ
τῆς
διαϑήκης
κυρίου
·
καὶ
οἱ
ἱερεῖς
ἐσάλπισαν
ταῖς
σάλπιγξι
,
καὶ
ὁ
λοιπὸς
ὄχλος
ἅπας
περιεκύκλωσε
τὴν
πόλιν
ἐγγύϑεν
Verse: 14
καὶ
ἀπῆλϑεν
πάλιν
εἰς
τὴν
παρεμβολήν
.
οὕτως
ἐποίει
ἐπὶ
ἓξ
ἡμέρας
.
Verse: 15
καὶ
τῇ
ἡμέρᾳ
τῇ
ἑβδόμῃ
ἀνέστησαν
ὄρϑρου
καὶ
περιήλϑοσαν
τὴν
πόλιν
ἑξάκις
·
Verse: 16
καὶ
τῇ
περιόδῳ
τῇ
ἑβδόμῃ
ἐσάλπισαν
οἱ
ἱερεῖς
,
καὶ
εἶπεν
᾽Ιησοῦς
τοῖς
υἱοῖς
Ισραηλ
Κεκράξατε
·
παρέδωκεν
γὰρ
κύριος
ὑμῖν
τὴν
πόλιν
.
Verse: 17
καὶ
ἔσται
ἡ
πόλις
ἀνάϑεμα
,
αὐτὴ
καὶ
πάντα
,
ὅσα
ἐστὶν
ἐν
αὐτῇ
,
κυρίῳ
σαβαωϑ
·
πλὴν
Ρααβ
τὴν
πόρνην
περιποιήσασϑε
,
αὐτὴν
καὶ
ὅσα
ἐστὶν
ἐν
τῷ
οἴκῳ
αὐτῆς
.
Verse: 18
ἀλλὰ
ὑμεῖς
ϕυλάξασϑε
σϕόδρα
ἀπὸ
τοῦ
ἀναϑέματος
,
μήποτε
ἐνϑυμηϑέντες
ὑμεῖς
αὐτοὶ
λάβητε
ἀπὸ
τοῦ
ἀναϑέματος
καὶ
ποιήσητε
τὴν
παρεμβολὴν
τῶν
υἱῶν
Ισραηλ
ἀνάϑεμα
καὶ
ἐκτρίψητε
ἡμᾶς
·
Verse: 19
καὶ
πᾶν
ἀργύριον
ἢ
χρυσίον
ἢ
χαλκὸς
ἢ
σίδηρος
ἅγιον
ἔσται
τῷ
κυρίῳ
,
εἰς
ϑησαυρὸν
κυρίου
εἰσενεχϑήσεται
.
Verse: 20
καὶ
ἐσάλπισαν
ταῖς
σάλπιγξιν
οἱ
ἱερεῖς
·
ὡς
δὲ
ἤκουσεν
ὁ
λαὸς
τὴν
ϕωνὴν
τῶν
σαλπίγγων
,
ἠλάλαξεν
πᾶς
ὁ
λαὸς
ἅμα
ἀλαλαγμῷ
μεγάλῳ
καὶ
ἰσχυρῷ
.
καὶ
ἔπεσεν
ἅπαν
τὸ
τεῖχος
κύκλῳ
,
καὶ
ἀνέβη
πᾶς
ὁ
λαὸς
εἰς
τὴν
πόλιν
.
Verse: 21
καὶ
ἀνεϑεμάτισεν
αὐτὴν
᾽Ιησοῦς
καὶ
ὅσα
ἦν
ἐν
τῇ
πόλει
ἀπὸ
ἀνδρὸς
καὶ
ἕως
γυναικός
,
ἀπὸ
νεανίσκου
καὶ
ἕως
πρεσβύτου
καὶ
ἕως
μόσχου
καὶ
ὑποζυγίου
,
ἐν
στόματι
ῥομϕαίας
.
Verse: 22
καὶ
τοῖς
δυσὶν
νεανίσκοις
τοῖς
κατασκοπεύσασιν
εἶπεν
᾽Ιησοῦς
Εἰσέλϑατε
εἰς
τὴν
οἰκίαν
τῆς
γυναικὸς
καὶ
ἐξαγάγετε
αὐτὴν
ἐκεῖϑεν
καὶ
ὅσα
ἐστὶν
αὐτῇ
.
Verse: 23
καὶ
εἰσῆλϑον
οἱ
δύο
νεανίσκοι
οἱ
κατασκοπεύσαντες
τὴν
πόλιν
εἰς
τὴν
οἰκίαν
τῆς
γυναικὸς
καὶ
ἐξηγάγοσαν
Ρααβ
τὴν
πόρνην
καὶ
τὸν
πατέρα
αὐτῆς
καὶ
τὴν
μητέρα
αὐτῆς
καὶ
τοὺς
ἀδελϕοὺς
αὐτῆς
καὶ
πάντα
,
ὅσα
ἦν
αὐτῇ
,
καὶ
πᾶσαν
τὴν
συγγένειαν
αὐτῆς
καὶ
κατέστησαν
αὐτὴν
ἔξω
τῆς
παρεμβολῆς
Ισραηλ
.
Verse: 24
καὶ
ἡ
πόλις
ἐνεπρήσϑη
ἐμπυρισμῷ
σὺν
πᾶσιν
τοῖς
ἐν
αὐτῇ
,
πλὴν
ἀργυρίου
καὶ
χρυσίου
καὶ
χαλκοῦ
καὶ
σιδήρου
ἔδωκαν
εἰς
ϑησαυρὸν
κυρίου
εἰσενεχϑῆναι
.
Verse: 25
καὶ
Ρααβ
τὴν
πόρνην
καὶ
πάντα
τὸν
οἶκον
τὸν
πατρικὸν
αὐτῆς
ἐζώγρησεν
᾽Ιησοῦς
,
καὶ
κατῴκησεν
ἐν
τῷ
Ισραηλ
ἕως
τῆς
σήμερον
ἡμέρας
,
διότι
ἔκρυψεν
τοὺς
κατασκοπεύσαντας
,
οὓς
ἀπέστειλεν
᾽Ιησοῦς
κατασκοπεῦσαι
τὴν
Ιεριχω
.
Verse: 26
καὶ
ὥρκισεν
᾽Ιησοῦς
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἐναντίον
κυρίου
λέγων
᾽Επικατάρατος
ὁ
ἄνϑρωπος
,
ὃς
οἰκοδομήσει
τὴν
πόλιν
ἐκείνην
·
ἐν
τῷ
πρωτοτόκῳ
αὐτοῦ
ϑεμελιώσει
αὐτὴν
καὶ
ἐν
τῷ
ἐλαχίστῳ
αὐτοῦ
ἐπιστήσει
τὰς
πύλας
αὐτῆς
.
καὶ
οὕτως
ἐποίησεν
Οζαν
ὁ
ἐκ
Βαιϑηλ
·
ἐν
τῷ
Αβιρων
τῷ
πρωτοτόκῳ
ἐϑεμελίωσεν
αὐτὴν
καὶ
ἐν
τῷ
ἐλαχίστῳ
διασωϑέντι
ἐπέστησεν
τὰς
πύλας
αὐτῆς
.
Verse: 27
Καὶ
ἦν
κύριος
μετὰ
᾽Ιησοῦ
,
καὶ
ἦν
τὸ
ὄνομα
αὐτοῦ
κατὰ
πᾶσαν
τὴν
γῆν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.