TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 181
Previous part

Chapter: 28 
Verse: 1    Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν, ἣν κύριος ϑεὸς ὑμῶν δίδωσιν ὑμῖν, ἐὰν ἀκοῇ εἰσακούσητε τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ὑμῶν ϕυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε κύριος ϑεός σου ὑπεράνω πάντων τῶν ἐϑνῶν τῆς γῆς,
Verse: 2    
καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσίν σε, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ σου.
Verse: 3    
εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ·
Verse: 4    
εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου·
Verse: 5    
εὐλογημέναι αἱ ἀποϑῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου·
Verse: 6    
εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσϑαί σε, καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσϑαί σε.
Verse: 7    
παραδῷ κύριος ϑεός σου τοὺς ἐχϑρούς σου τοὺς ἀνϑεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς ϕεύξονται ἀπὸ προσώπου σου.
Verse: 8    
ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου καὶ ἐν πᾶσιν, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ἐπὶ τῆς γῆς, ἧς κύριος ϑεός σου δίδωσίν σοι.
Verse: 9    
ἀναστήσαι σε κύριος ϑεός σου ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, ἐὰν εἰσακούσῃς τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ σου καὶ πορευϑῇς ἐν ταῖς ὁδοῖς αὐτοῦ·
Verse: 10    
καὶ ὄψονταί σε πάντα τὰ ἔϑνη τῆς γῆς ὅτι τὸ ὄνομα κυρίου ἐπικέκληταί σοι, καὶ ϕοβηϑήσονταί σε.
Verse: 11    
καὶ πληϑυνεῖ σε κύριος ϑεός σου εἰς ἀγαϑὰ ἐπὶ τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐπὶ τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου ἐπὶ τῆς γῆς, ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου δοῦναί σοι.
Verse: 12    
ἀνοίξαι σοι κύριος τὸν ϑησαυρὸν αὐτοῦ τὸν ἀγαϑόν, τὸν οὐρανόν, δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου, καὶ δανιεῖς ἔϑνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ ἄρξεις σὺ ἐϑνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν.
Verse: 13    
καταστήσαι σε κύριος ϑεός σου εἰς κεϕαλὴν καὶ μὴ εἰς οὐράν, καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω, ἐὰν ἀκούσῃς τῶν ἐντολῶν κυρίου τοῦ ϑεοῦ σου, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ϕυλάσσειν καὶ ποιεῖν·
Verse: 14    
οὐ παραβήσῃ ἀπὸ πάντων τῶν λόγων, ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον, δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσϑαι ὀπίσω ϑεῶν ἑτέρων λατρεύειν αὐτοῖς.
Verse: 15    
Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ σου ϕυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταλήμψονταί σε.
Verse: 16    
ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ·
Verse: 17    
ἐπικατάρατοι αἱ ἀποϑῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου·
Verse: 18    
ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου·
Verse: 19    
ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσϑαί σε, καὶ ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσϑαί σε.
Verse: 20    
ἐξαποστείλαι κύριός σοι τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ὅσα ἐὰν ποιήσῃς, ἕως ἂν ἐξολεϑρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐγκατέλιπές με.
Verse: 21    
προσκολλήσαι κύριος εἰς σὲ τὸν ϑάνατον, ἕως ἂν ἐξαναλώσῃ σε ἀπὸ τῆς γῆς, εἰς ἣν σὺ εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.
Verse: 22    
πατάξαι σε κύριος ἀπορίᾳ καὶ πυρετῷ καὶ ῥίγει καὶ ἐρεϑισμῷ καὶ ϕόνῳ καὶ ἀνεμοϕϑορίᾳ καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε, ἕως ἂν ἀπολέσωσίν σε.
Verse: 23    
καὶ ἔσται σοι οὐρανὸς ὑπὲρ κεϕαλῆς σου χαλκοῦς καὶ γῆ ὑποκάτω σου σιδηρᾶ.
Verse: 24    
δῴη κύριος τὸν ὑετὸν τῇ γῇ σου κονιορτόν, καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ, ἕως ἂν ἐκτρίψῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε.
Verse: 25    
δῴη σε κύριος ἐπικοπὴν ἐναντίον τῶν ἐχϑρῶν σου· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτοὺς καὶ ἐν ἑπτὰ ὁδοῖς ϕεύξῃ ἀπὸ προσώπου αὐτῶν· καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς.
Verse: 26    
καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ἀποσοβῶν.
Verse: 27    
πατάξαι σε κύριος ἐν ἕλκει Αἰγυπτίῳ ἐν ταῖς ἕδραις καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήϕῃ ὥστε μὴ δύνασϑαί σε ἰαϑῆναι.
Verse: 28    
πατάξαι σε κύριος παραπληξίᾳ καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας,
Verse: 29    
καὶ ἔσῃ ψηλαϕῶν μεσημβρίας, ὡσεὶ ψηλαϕήσαι τυϕλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου· καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται σοι βοηϑῶν.
Verse: 30    
γυναῖκα λήμψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν· οἰκίαν οἰκοδομήσεις καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· ἀμπελῶνα ϕυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν·
Verse: 31    
μόσχος σου ἐσϕαγμένος ἐναντίον σου, καὶ οὐ ϕάγῃ ἐξ αὐτοῦ· ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ καὶ οὐκ ἀποδοϑήσεταί σοι· τὰ πρόβατά σου δεδομένα τοῖς ἐχϑροῖς σου, καὶ οὐκ ἔσται σοι βοηϑῶν·
Verse: 32    
οἱ υἱοί σου καὶ αἱ ϑυγατέρες σου δεδομέναι ἔϑνει ἑτέρῳ, καὶ οἱ ὀϕϑαλμοί σου βλέψονται σϕακελίζοντες εἰς αὐτά, καὶ οὐκ ἰσχύσει χείρ σου·
Verse: 33    
τὰ ἐκϕόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου ϕάγεται ἔϑνος, οὐκ ἐπίστασαι, καὶ ἔσῃ ἀδικούμενος καὶ τεϑραυσμένος πάσας τὰς ἡμέρας·
Verse: 34    
καὶ ἔσῃ παράπληκτος διὰ τὰ ὁράματα τῶν ὀϕϑαλμῶν σου, βλέψῃ.
Verse: 35    
πατάξαι σε κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας ὥστε μὴ δύνασϑαί σε ἰαϑῆναι ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυϕῆς σου.
Verse: 36    
ἀπαγάγοι κύριός σε καὶ τοὺς ἄρχοντάς σου, οὓς ἐὰν καταστήσῃς ἐπὶ σεαυτόν, εἰς ἔϑνος, οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ ϑεοῖς ἑτέροις, ξύλοις καὶ λίϑοις.
Verse: 37    
καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσιν τοῖς ἔϑνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε κύριος ἐκεῖ.
Verse: 38    
σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον καὶ ὀλίγα εἰσοίσεις, ὅτι κατέδεται αὐτὰ ἀκρίς.
Verse: 39    
ἀμπελῶνα ϕυτεύσεις καὶ κατεργᾷ καὶ οἶνον οὐ πίεσαι οὐδὲ εὐϕρανϑήσῃ ἐξ αὐτοῦ, ὅτι καταϕάγεται αὐτὰ σκώληξ.
Verse: 40    
ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου, καὶ ἔλαιον οὐ χρίσῃ, ὅτι ἐκρυήσεται ἐλαία σου.
Verse: 41    
υἱοὺς καὶ ϑυγατέρας γεννήσεις, καὶ οὐκ ἔσονταί σοι· ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ.
Verse: 42    
πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τῆς γῆς σου ἐξαναλώσει ἐρυσίβη.
Verse: 43    
προσήλυτος, ὅς ἐστιν ἐν σοί, ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω, σὺ δὲ καταβήσῃ κάτω κάτω·
Verse: 44    
οὗτος δανιεῖ σοι, σὺ δὲ τούτῳ οὐ δανιεῖς· οὗτος ἔσται κεϕαλή, σὺ δὲ ἔσῃ οὐρά.
Verse: 45    
καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήμψονταί σε, ἕως ἂν ἐξολεϑρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε, ὅτι οὐκ εἰσήκουσας τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ σου ϕυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐνετείλατό σοι.
Verse: 46    
καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα καὶ ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος,
Verse: 47    
ἀνϑ' ὧν οὐκ ἐλάτρευσας κυρίῳ τῷ ϑεῷ σου ἐν εὐϕροσύνῃ καὶ ἀγαϑῇ καρδίᾳ διὰ τὸ πλῆϑος πάντων.
Verse: 48    
καὶ λατρεύσεις τοῖς ἐχϑροῖς σου, οὓς ἐπαποστελεῖ κύριος ἐπὶ σέ, ἐν λιμῷ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιϑήσει κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου, ἕως ἂν ἐξολεϑρεύσῃ σε.
Verse: 49    
ἐπάξει κύριος ἐπὶ σὲ ἔϑνος μακρόϑεν ἀπ' ἐσχάτου τῆς γῆς ὡσεὶ ὅρμημα ἀετοῦ, ἔϑνος, οὐκ ἀκούσῃ τῆς ϕωνῆς αὐτοῦ,
Verse: 50    
ἔϑνος ἀναιδὲς προσώπῳ, ὅστις οὐ ϑαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει,
Verse: 51    
καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ γενήματα τῆς γῆς σου ὥστε μὴ καταλιπεῖν σοι σῖτον, οἶνον, ἔλαιον, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἕως ἂν ἀπολέσῃ σε
Verse: 52    
καὶ ἐκτρίψῃ σε ἐν πάσαις ταῖς πόλεσίν σου, ἕως ἂν καϑαιρεϑῶσιν τὰ τείχη σου τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐϕ' οἷς σὺ πέποιϑας ἐπ' αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου, καὶ ϑλίψει σε ἐν πάσαις ταῖς πόλεσίν σου, αἷς ἔδωκέν σοι κύριος ϑεός σου.
Verse: 53    
καὶ ϕάγῃ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ ϑυγατέρων σου, ὅσα ἔδωκέν σοι κύριος ϑεός σου, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ ϑλίψει σου, ϑλίψει σε ἐχϑρός σου.
Verse: 54    
ἁπαλὸς ἐν σοὶ καὶ τρυϕερὸς σϕόδρα βασκανεῖ τῷ ὀϕϑαλμῷ τὸν ἀδελϕὸν καὶ τὴν γυναῖκα τὴν ἐν τῷ κόλπῳ αὐτοῦ καὶ τὰ καταλελειμμένα τέκνα, ἂν καταλειϕϑῇ,
Verse: 55    
ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ, ὧν ἂν κατέσϑῃ, διὰ τὸ μὴ καταλειϕϑῆναι αὐτῷ μηϑὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ ϑλίψει σου, ἂν ϑλίψωσίν σε οἱ ἐχϑροί σου ἐν πάσαις ταῖς πόλεσίν σου.
Verse: 56    
καὶ ἁπαλὴ ἐν ὑμῖν καὶ τρυϕερὰ σϕόδρα, ἧς οὐχὶ πεῖραν ἔλαβεν ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυϕερότητα καὶ διὰ τὴν ἁπαλότητα, βασκανεῖ τῷ ὀϕϑαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς τὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν καὶ τὴν ϑυγατέρα αὐτῆς
Verse: 57    
καὶ τὸ χόριον αὐτῆς τὸ ἐξελϑὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον, ἂν τέκῃ· καταϕάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν πάντων κρυϕῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ ϑλίψει σου, ϑλίψει σε ἐχϑρός σου ἐν πάσαις ταῖς πόλεσίν σου.
Verse: 58    
ἐὰν μὴ εἰσακούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ ϕοβεῖσϑαι τὸ ὄνομα τὸ ἔντιμον καὶ τὸ ϑαυμαστὸν τοῦτο, κύριον τὸν ϑεόν σου,
Verse: 59    
καὶ παραδοξάσει κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ ϑαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πιστὰς
Verse: 60    
καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληϑήσονται ἐν σοί.
Verse: 61    
καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σέ, ἕως ἂν ἐξολεϑρεύσῃ σε.
Verse: 62    
καὶ καταλειϕϑήσεσϑε ἐν ἀριϑμῷ βραχεῖ ἀνϑ' ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήϑει, ὅτι οὐκ εἰσηκούσατε τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ὑμῶν.
Verse: 63    
καὶ ἔσται ὃν τρόπον εὐϕράνϑη κύριος ἐϕ' ὑμῖν εὖ ποιῆσαι ὑμᾶς καὶ πληϑῦναι ὑμᾶς, οὕτως εὐϕρανϑήσεται κύριος ἐϕ' ὑμῖν ἐξολεϑρεῦσαι ὑμᾶς, καὶ ἐξαρϑήσεσϑε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς εἰσπορεύεσϑε ἐκεῖ κληρονομῆσαι αὐτήν.
Verse: 64    
καὶ διασπερεῖ σε κύριος ϑεός σου εἰς πάντα τὰ ἔϑνη ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, καὶ δουλεύσεις ἐκεῖ ϑεοῖς ἑτέροις, ξύλοις καὶ λίϑοις, οὓς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου.
Verse: 65    
ἀλλὰ καὶ ἐν τοῖς ἔϑνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδ' οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου, καὶ δώσει σοι κύριος ἐκεῖ καρδίαν ἀϑυμοῦσαν καὶ ἐκλείποντας ὀϕϑαλμοὺς καὶ τηκομένην ψυχήν.
Verse: 66    
καὶ ἔσται ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀϕϑαλμῶν σου, καὶ ϕοβηϑήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου·
Verse: 67    
τὸ πρωὶ ἐρεῖς Πῶς ἂν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς Πῶς ἂν γένοιτο πρωί; ἀπὸ τοῦ ϕόβου τῆς καρδίας σου, ϕοβηϑήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀϕϑαλμῶν σου, ὧν ὄψῃ.
Verse: 68    
καὶ ἀποστρέψει σε κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τῇ ὁδῷ, εἶπα Οὐ προσϑήσεσϑε ἔτι ἰδεῖν αὐτήν· καὶ πραϑήσεσϑε ἐκεῖ τοῖς ἐχϑροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ οὐκ ἔσται κτώμενος.
Verse: 69    
Οὗτοι οἱ λόγοι τῆς διαϑήκης, οὓς ἐνετείλατο κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Μωαβ, πλὴν τῆς διαϑήκης, ἧς διέϑετο αὐτοῖς ἐν Χωρηβ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.