TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 180
Previous part

Chapter: 27 
Verse: 1    Καὶ προσέταξεν Μωυσῆς καὶ γερουσία Ισραηλ λέγων Φυλάσσεσϑε πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
Verse: 2    
καὶ ἔσται ἂν ἡμέρᾳ διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν, ἣν κύριος ϑεός σου δίδωσίν σοι, καὶ στήσεις σεαυτῷ λίϑους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ
Verse: 3    
καὶ γράψεις ἐπὶ τῶν λίϑων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ιορδάνην, ἡνίκα ἐὰν εἰσέλϑητε εἰς τὴν γῆν, ἣν κύριος ϑεὸς τῶν πατέρων σου δίδωσίν σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπεν κύριος ϑεὸς τῶν πατέρων σού σοι·
Verse: 4    
καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην, στήσετε τοὺς λίϑους τούτους, οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ.
Verse: 5    
καὶ οἰκοδομήσεις ἐκεῖ ϑυσιαστήριον κυρίῳ τῷ ϑεῷ σου, ϑυσιαστήριον ἐκ λίϑων, οὐκ ἐπιβαλεῖς ἐπ' αὐτοὺς σίδηρον·
Verse: 6    
λίϑους ὁλοκλήρους οἰκοδομήσεις ϑυσιαστήριον κυρίῳ τῷ ϑεῷ σου καὶ ἀνοίσεις ἐπ' αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ ϑεῷ σου
Verse: 7    
καὶ ϑύσεις ἐκεῖ ϑυσίαν σωτηρίου κυρίῳ τῷ ϑεῷ σου καὶ ϕάγῃ καὶ ἐμπλησϑήσῃ καὶ εὐϕρανϑήσῃ ἐναντίον κυρίου τοῦ ϑεοῦ σου.
Verse: 8    
καὶ γράψεις ἐπὶ τῶν λίϑων πάντα τὸν νόμον τοῦτον σαϕῶς σϕόδρα.
Verse: 9    
Καὶ ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ισραηλ λέγοντες Σιώπα καὶ ἄκουε, Ισραηλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ ϑεῷ σου·
Verse: 10    
καὶ εἰσακούσῃ τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.
Verse: 11    
Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων
Verse: 12    
Οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην· Συμεων, Λευι, Ιουδας, Ισσαχαρ, Ιωσηϕ καὶ Βενιαμιν.
Verse: 13    
καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβαλ· Ρουβην, Γαδ καὶ Ασηρ, Ζαβουλων, Δαν καὶ Νεϕϑαλι.
Verse: 14    
καὶ ἀποκριϑέντες οἱ Λευῖται ἐροῦσιν παντὶ Ισραηλ ϕωνῇ μεγάλῃ
Verse: 15    
᾽Επικατάρατος ἄνϑρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα κυρίῳ, ἔργον χειρῶν τεχνίτου, καὶ ϑήσει αὐτὸ ἐν ἀποκρύϕῳ· καὶ ἀποκριϑεὶς πᾶς λαὸς ἐροῦσιν Γένοιτο.
Verse: 16    
᾽Επικατάρατος ἀτιμάζων πατέρα αὐτοῦ μητέρα αὐτοῦ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 17    
᾽Επικατάρατος μετατιϑεὶς ὅρια τοῦ πλησίον· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 18    
᾽Επικατάρατος πλανῶν τυϕλὸν ἐν ὁδῷ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 19    
᾽Επικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρϕανοῦ καὶ χήρας· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 20    
᾽Επικατάρατος κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 21    
᾽Επικατάρατος κοιμώμενος μετὰ παντὸς κτήνους· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 22    
᾽Επικατάρατος κοιμώμενος μετὰ ἀδελϕῆς ἐκ πατρὸς ἐκ μητρὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 23    
᾽Επικατάρατος κοιμώμενος μετὰ πενϑερᾶς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο. ᾽Επικατάρατος κοιμώμενος μετὰ ἀδελϕῆς γυναικὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 24    
᾽Επικατάρατος τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 25    
᾽Επικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀϑῴου· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.
Verse: 26    
᾽Επικατάρατος πᾶς ἄνϑρωπος, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς· καὶ ἐροῦσιν πᾶς λαός Γένοιτο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.