TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 182
Previous part

Chapter: 29 
Verse: 1    Καὶ ἐκάλεσεν Μωυσῆς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ῾Υμεῖς ἑωράκατε πάντα, ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραω καὶ τοῖς ϑεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ,
Verse: 2    
τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς ἑωράκασιν οἱ ὀϕϑαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα·
Verse: 3    
καὶ οὐκ ἔδωκεν κύριος ϑεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀϕϑαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης.
Verse: 4    
καὶ ἤγαγεν ὑμᾶς τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ· οὐκ ἐπαλαιώϑη τὰ ἱμάτια ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν·
Verse: 5    
ἄρτον οὐκ ἐϕάγετε, οἶνον καὶ σικερα οὐκ ἐπίετε, ἵνα γνῶτε ὅτι οὗτος κύριος ϑεὸς ὑμῶν.
Verse: 6    
καὶ ἤλϑετε ἕως τοῦ τόπου τούτου, καὶ ἐξῆλϑεν Σηων βασιλεὺς Εσεβων καὶ Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν ἡμῖν ἐν πολέμῳ, καὶ ἐπατάξαμεν αὐτοὺς
Verse: 7    
καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν, καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ρουβην καὶ τῷ Γαδδι καὶ τῷ ἡμίσει ϕυλῆς Μανασση.
Verse: 8    
καὶ ϕυλάξεσϑε ποιεῖν πάντας τοὺς λόγους τῆς διαϑήκης ταύτης, ἵνα συνῆτε πάντα, ὅσα ποιήσετε.
Verse: 9    
῾Υμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον κυρίου τοῦ ϑεοῦ ὑμῶν, οἱ ἀρχίϕυλοι ὑμῶν καὶ γερουσία ὑμῶν καὶ οἱ κριταὶ ὑμῶν καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν, πᾶς ἀνὴρ Ισραηλ,
Verse: 10    
αἱ γυναῖκες ὑμῶν καὶ τὰ ἔκγονα ὑμῶν καὶ προσήλυτος ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν ἀπὸ ξυλοκόπου ὑμῶν καὶ ἕως ὑδροϕόρου ὑμῶν,
Verse: 11    
παρελϑεῖν ἐν τῇ διαϑήκῃ κυρίου τοῦ ϑεοῦ σου καὶ ἐν ταῖς ἀραῖς αὐτοῦ, ὅσα κύριος ϑεός σου διατίϑεται πρὸς σὲ σήμερον,
Verse: 12    
ἵνα στήσῃ σε αὐτῷ εἰς λαόν, καὶ αὐτὸς ἔσται σου ϑεός, ὃν τρόπον εἶπέν σοι, καὶ ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ.
Verse: 13    
καὶ οὐχ ὑμῖν μόνοις ἐγὼ διατίϑεμαι τὴν διαϑήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην,
Verse: 14    
ἀλλὰ καὶ τοῖς ὧδε οὖσι μεϑ' ἡμῶν σήμερον ἐναντίον κυρίου τοῦ ϑεοῦ ὑμῶν καὶ τοῖς μὴ οὖσιν μεϑ' ἡμῶν ὧδε σήμερον.
Verse: 15    
ὅτι ὑμεῖς οἴδατε ὡς κατῳκήσαμεν ἐν γῇ Αἰγύπτῳ καὶ παρήλϑομεν ἐν μέσῳ τῶν ἐϑνῶν, οὓς παρήλϑετε,
Verse: 16    
καὶ εἴδετε τὰ βδελύγματα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν, ξύλον καὶ λίϑον, ἀργύριον καὶ χρυσίον, ἐστιν παρ' αὐτοῖς.
Verse: 17    
μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ γυνὴ πατριὰ ϕυλή, τίνος διάνοια ἐξέκλινεν ἀπὸ κυρίου τοῦ ϑεοῦ ὑμῶν πορεύεσϑαι λατρεύειν τοῖς ϑεοῖς τῶν ἐϑνῶν ἐκείνων; μή τίς ἐστιν ἐν ὑμῖν ῥίζα ἄνω ϕύουσα ἐν χολῇ καὶ πικρίᾳ;
Verse: 18    
καὶ ἔσται ἐὰν ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης καὶ ἐπιϕημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων ῞Οσιά μοι γένοιτο ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι, ἵνα μὴ συναπολέσῃ ἁμαρτωλὸς τὸν ἀναμάρτητον,
Verse: 19    
οὐ μὴ ϑελήσῃ ϑεὸς εὐιλατεῦσαι αὐτῷ, ἀλλ' τότε ἐκκαυϑήσεται ὀργὴ κυρίου καὶ ζῆλος αὐτοῦ ἐν τῷ ἀνϑρώπῳ ἐκείνῳ, καὶ κολληϑήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαϑήκης ταύτης αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, καὶ ἐξαλείψει κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν·
Verse: 20    
καὶ διαστελεῖ αὐτὸν κύριος εἰς κακὰ ἐκ πάντων τῶν υἱῶν Ισραηλ κατὰ πάσας τὰς ἀρὰς τῆς διαϑήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου.
Verse: 21    
καὶ ἐροῦσιν γενεὰ ἑτέρα, οἱ υἱοὶ ὑμῶν, οἳ ἀναστήσονται μεϑ' ὑμᾶς, καὶ ἀλλότριος, ὃς ἂν ἔλϑῃ ἐκ γῆς μακρόϑεν, καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς, ἃς ἀπέστειλεν κύριος ἐπ' αὐτήν
Verse: 22    
ϑεῖον καὶ ἅλα κατακεκαυμένον, πᾶσα γῆ αὐτῆς οὐ σπαρήσεται οὐδὲ ἀνατελεῖ, οὐδὲ μὴ ἀναβῇ ἐπ' αὐτὴν πᾶν χλωρόν, ὥσπερ κατεστράϕη Σοδομα καὶ Γομορρα, Αδαμα καὶ Σεβωιμ, ἃς κατέστρεψεν κύριος ἐν ϑυμῷ καὶ ὀργῇ ,
Verse: 23    
καὶ ἐροῦσιν πάντα τὰ ἔϑνη Διὰ τί ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ; τίς ϑυμὸς τῆς ὀργῆς μέγας οὗτος;
Verse: 24    
καὶ ἐροῦσιν ῞Οτι κατελίποσαν τὴν διαϑήκην κυρίου τοῦ ϑεοῦ τῶν πατέρων αὐτῶν, διέϑετο τοῖς πατράσιν αὐτῶν, ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου,
Verse: 25    
καὶ πορευϑέντες ἐλάτρευσαν ϑεοῖς ἑτέροις καὶ προσεκύνησαν αὐτοῖς, οἷς οὐκ ἠπίσταντο οὐδὲ διένειμεν αὐτοῖς·
Verse: 26    
καὶ ὠργίσϑη ϑυμῷ κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπ' αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου,
Verse: 27    
καὶ ἐξῆρεν αὐτοὺς κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν ϑυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σϕόδρα καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν.
Verse: 28    
τὰ κρυπτὰ κυρίῳ τῷ ϑεῷ ἡμῶν, τὰ δὲ ϕανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.