TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 166
Previous part

Chapter: 13 
Verse: 1    Πᾶν ῥῆμα, ἐγὼ ἐντέλλομαί σοι σήμερον, τοῦτο ϕυλάξῃ ποιεῖν· οὐ προσϑήσεις ἐπ' αὐτὸ οὐδὲ ἀϕελεῖς ἀπ' αὐτοῦ.
Verse: 2    
᾽Εὰν δὲ ἀναστῇ ἐν σοὶ προϕήτης ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σοι σημεῖον τέρας
Verse: 3    
καὶ ἔλϑῃ τὸ σημεῖον τὸ τέρας, ἐλάλησεν πρὸς σὲ λέγων Πορευϑῶμεν καὶ λατρεύσωμεν ϑεοῖς ἑτέροις, οὓς οὐκ οἴδατε,
Verse: 4    
οὐκ ἀκούσεσϑε τῶν λόγων τοῦ προϕήτου ἐκείνου τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει κύριος ϑεὸς ὑμᾶς εἰδέναι εἰ ἀγαπᾶτε κύριον τὸν ϑεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
Verse: 5    
ὀπίσω κυρίου τοῦ ϑεοῦ ὑμῶν πορεύεσϑε καὶ αὐτὸν ϕοβηϑήσεσϑε καὶ τὰς ἐντολὰς αὐτοῦ ϕυλάξεσϑε καὶ τῆς ϕωνῆς αὐτοῦ ἀκούσεσϑε καὶ αὐτῷ προστεϑήσεσϑε.
Verse: 6    
καὶ προϕήτης ἐκεῖνος τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποϑανεῖται· ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ κυρίου τοῦ ϑεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλείας ἐξῶσαί σε ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλατό σοι κύριος ϑεός σου πορεύεσϑαι ἐν αὐτῇ· καὶ ἀϕανιεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
Verse: 7    
᾽Εὰν δὲ παρακαλέσῃ σε ἀδελϕός σου ἐκ πατρός σου ἐκ μητρός σου υἱός σου ϑυγάτηρ σου γυνὴ ἐν κόλπῳ σου ϕίλος ἴσος τῆς ψυχῆς σου λάϑρᾳ λέγων Βαδίσωμεν καὶ λατρεύσωμεν ϑεοῖς ἑτέροις, οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου,
Verse: 8    
ἀπὸ τῶν ϑεῶν τῶν ἐϑνῶν τῶν περικύκλῳ ὑμῶν τῶν ἐγγιζόντων σοι τῶν μακρὰν ἀπὸ σοῦ ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς,
Verse: 9    
οὐ συνϑελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ, καὶ οὐ ϕείσεται ὀϕϑαλμός σου ἐπ' αὐτῷ, οὐκ ἐπιποϑήσεις ἐπ' αὐτῷ οὐδ' οὐ μὴ σκεπάσῃς αὐτόν·
Verse: 10    
ἀναγγέλλων ἀναγγελεῖς περὶ αὐτοῦ, αἱ χεῖρές σου ἔσονται ἐπ' αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπ' ἐσχάτῳ,
Verse: 11    
καὶ λιϑοβολήσουσιν αὐτὸν ἐν λίϑοις, καὶ ἀποϑανεῖται, ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ κυρίου τοῦ ϑεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας.
Verse: 12    
καὶ πᾶς Ισραηλ ἀκούσας ϕοβηϑήσεται καὶ οὐ προσϑήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν.
Verse: 13    
᾽Εὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου, ὧν κύριος ϑεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ, λεγόντων
Verse: 14    
᾽Εξήλϑοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν πόλιν αὐτῶν λέγοντες Πορευϑῶμεν καὶ λατρεύσωμεν ϑεοῖς ἑτέροις, οὓς οὐκ ᾔδειτε,
Verse: 15    
καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σϕόδρα, καὶ ἰδοὺ ἀληϑὴς σαϕῶς λόγος, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν,
Verse: 16    
ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ἐκείνῃ ἐν ϕόνῳ μαχαίρας, ἀναϑέματι ἀναϑεματιεῖτε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ
Verse: 17    
καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον κυρίου τοῦ ϑεοῦ σου, καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα, οὐκ ἀνοικοδομηϑήσεται ἔτι.
Verse: 18    
οὐ προσκολληϑήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναϑέματος, ἵνα ἀποστραϕῇ κύριος ἀπὸ ϑυμοῦ τῆς ὀργῆς αὐτοῦ καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληϑυνεῖ σε, ὃν τρόπον ὤμοσεν κύριος τοῖς πατράσιν σου,
Verse: 19    
ἐὰν ἀκούσῃς τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ σου ϕυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ ϑεοῦ σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.