TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 165
Previous part

Chapter: 12 
Verse: 1    Καὶ ταῦτα τὰ προστάγματα καὶ αἱ κρίσεις, ἃς ϕυλάξετε τοῦ ποιεῖν ἐπὶ τῆς γῆς, ἧς κύριος ϑεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ, πάσας τὰς ἡμέρας, ἃς ὑμεῖς ζῆτε ἐπὶ τῆς γῆς.
Verse: 2    
ἀπωλείᾳ ἀπολεῖτε πάντας τοὺς τόπους, ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς ϑεοῖς αὐτῶν οὓς ὑμεῖς κληρονομεῖτε αὐτούς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν ϑινῶν καὶ ὑποκάτω δένδρου δασέος
Verse: 3    
καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτῶν καὶ συντρίψετε τὰς στήλας αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν ϑεῶν αὐτῶν κατακαύσετε πυρί, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου.
Verse: 4    
οὐ ποιήσετε οὕτως κυρίῳ τῷ ϑεῷ ὑμῶν,
Verse: 5    
ἀλλ' εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ϑεὸς ὑμῶν ἐν μιᾷ τῶν ϕυλῶν ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐπικληϑῆναι, καὶ ἐκζητήσετε καὶ εἰσελεύσεσϑε ἐκεῖ
Verse: 6    
καὶ οἴσετε ἐκεῖ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ ϑυσιάσματα ὑμῶν καὶ τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς εὐχὰς ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν καὶ τῶν προβάτων ὑμῶν
Verse: 7    
καὶ ϕάγεσϑε ἐκεῖ ἐναντίον κυρίου τοῦ ϑεοῦ ὑμῶν καὶ εὐϕρανϑήσεσϑε ἐπὶ πᾶσιν, οὗ ἂν τὴν χεῖρα ἐπιβάλητε, ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν, καϑότι εὐλόγησέν σε κύριος ϑεός σου.
Verse: 8    
οὐ ποιήσετε πάντα, ἡμεῖς ποιοῦμεν ὧδε σήμερον, ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ·
Verse: 9    
οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν, ἣν κύριος ϑεὸς ὑμῶν δίδωσιν ὑμῖν.
Verse: 10    
καὶ διαβήσεσϑε τὸν Ιορδάνην καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς κύριος ϑεὸς ὑμῶν κατακληρονομεῖ ὑμῖν, καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχϑρῶν ὑμῶν τῶν κύκλῳ, καὶ κατοικήσετε μετὰ ἀσϕαλείας.
Verse: 11    
καὶ ἔσται τόπος, ὃν ἂν ἐκλέξηται κύριος ϑεὸς ὑμῶν ἐπικληϑῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ἐκεῖ οἴσετε πάντα, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ ϑυσιάσματα ὑμῶν καὶ τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν καὶ τὰ δόματα ὑμῶν καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν, ὅσα ἐὰν εὔξησϑε τῷ ϑεῷ ὑμῶν,
Verse: 12    
καὶ εὐϕρανϑήσεσϑε ἐναντίον κυρίου τοῦ ϑεοῦ ὑμῶν, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ ϑυγατέρες ὑμῶν, οἱ παῖδες ὑμῶν καὶ αἱ παιδίσκαι ὑμῶν καὶ Λευίτης ἐπὶ τῶν πυλῶν ὑμῶν, ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεϑ' ὑμῶν.
Verse: 13    
πρόσεχε σεαυτῷ μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἴδῃς,
Verse: 14    
ἀλλ' εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ϑεός σου αὐτὸν ἐν μιᾷ τῶν ϕυλῶν σου, ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου καὶ ἐκεῖ ποιήσεις πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.
Verse: 15    
ἀλλ' ἐν πάσῃ ἐπιϑυμίᾳ σου ϑύσεις καὶ ϕάγῃ κρέα κατὰ τὴν εὐλογίαν κυρίου τοῦ ϑεοῦ σου, ἣν ἔδωκέν σοι ἐν πάσῃ πόλει· ἀκάϑαρτος ἐν σοὶ καὶ καϑαρὸς ἐπὶ τὸ αὐτὸ ϕάγεται αὐτὸ ὡς δορκάδα ἔλαϕον·
Verse: 16    
πλὴν τὸ αἷμα οὐ ϕάγεσϑε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ.
Verse: 17    
οὐ δυνήσῃ ϕαγεῖν ἐν ταῖς πόλεσίν σου τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου καὶ πάσας εὐχάς, ὅσας ἂν εὔξησϑε, καὶ τὰς ὁμολογίας ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν,
Verse: 18    
ἀλλ' ἐναντίον κυρίου τοῦ ϑεοῦ σου ϕάγῃ αὐτὰ ἐν τῷ τόπῳ, ἂν ἐκλέξηται κύριος ϑεός σου αὐτῷ, σὺ καὶ υἱός σου καὶ ϑυγάτηρ σου, παῖς σου καὶ παιδίσκη σου καὶ προσήλυτος ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ εὐϕρανϑήσῃ ἐναντίον κυρίου τοῦ ϑεοῦ σου ἐπὶ πάντα, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου.
Verse: 19    
πρόσεχε σεαυτῷ μὴ ἐγκαταλίπῃς τὸν Λευίτην πάντα τὸν χρόνον, ὅσον ἐὰν ζῇς ἐπὶ τῆς γῆς.
Verse: 20    
᾽Εὰν δὲ ἐμπλατύνῃ κύριος ϑεός σου τὰ ὅριά σου, καϑάπερ ἐλάλησέν σοι, καὶ ἐρεῖς Φάγομαι κρέα, ἐὰν ἐπιϑυμήσῃ ψυχή σου ὥστε ϕαγεῖν κρέα, ἐν πάσῃ ἐπιϑυμίᾳ τῆς ψυχῆς σου ϕάγῃ κρέα.
Verse: 21    
ἐὰν δὲ μακρότερον ἀπέχῃ σου τόπος, ὃν ἂν ἐκλέξηται κύριος ϑεός σου ἐπικληϑῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ ϑύσεις ἀπὸ τῶν βοῶν σου καὶ ἀπὸ τῶν προβάτων σου, ὧν ἂν δῷ ϑεός σοι, ὃν τρόπον ἐνετειλάμην σοι, καὶ ϕάγῃ ἐν ταῖς πόλεσίν σου κατὰ τὴν ἐπιϑυμίαν τῆς ψυχῆς σου·
Verse: 22    
ὡς ἔσϑεται δορκὰς καὶ ἔλαϕος, οὕτως ϕάγῃ αὐτό, ἀκάϑαρτος ἐν σοὶ καὶ καϑαρὸς ὡσαύτως ἔδεται.
Verse: 23    
πρόσεχε ἰσχυρῶς τοῦ μὴ ϕαγεῖν αἷμα, ὅτι τὸ αἷμα αὐτοῦ ψυχή· οὐ βρωϑήσεται ψυχὴ μετὰ τῶν κρεῶν,
Verse: 24    
οὐ ϕάγεσϑε, ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ·
Verse: 25    
οὐ ϕάγῃ αὐτό, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ ϑεοῦ σου.
Verse: 26    
πλὴν τὰ ἅγιά σου, ἐὰν γένηταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ϑεός σου ἐπικληϑῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ,
Verse: 27    
καὶ ποιήσεις τὰ ὁλοκαυτώματά σου· τὰ κρέα ἀνοίσεις ἐπὶ τὸ ϑυσιαστήριον κυρίου τοῦ ϑεοῦ σου, τὸ δὲ αἷμα τῶν ϑυσιῶν σου προσχεεῖς πρὸς τὴν βάσιν τοῦ ϑυσιαστηρίου κυρίου τοῦ ϑεοῦ σου, τὰ δὲ κρέα ϕάγῃ.
Verse: 28    
ϕυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους, οὓς ἐγὼ ἐντέλλομαί σοι, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου δι' αἰῶνος, ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ ϑεοῦ σου.
Verse: 29    
᾽Εὰν δὲ ἐξολεϑρεύσῃ κύριος ϑεός σου τὰ ἔϑνη, εἰς οὓς σὺ εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀπὸ προσώπου σου καὶ κατακληρονομήσῃς αὐτοὺς καὶ κατοικήσῃς ἐν τῇ γῇ αὐτῶν,
Verse: 30    
πρόσεχε σεαυτῷ μὴ ἐκζητήσῃς ἐπακολουϑῆσαι αὐτοῖς μετὰ τὸ ἐξολεϑρευϑῆναι αὐτοὺς ἀπὸ προσώπου σου· οὐ μὴ ἐκζητήσῃς τοὺς ϑεοὺς αὐτῶν λέγων Πῶς ποιοῦσιν τὰ ἔϑνη ταῦτα τοῖς ϑεοῖς αὐτῶν; ποιήσω κἀγώ.
Verse: 31    
οὐ ποιήσεις οὕτως κυρίῳ τῷ ϑεῷ σου· τὰ γὰρ βδελύγματα, κύριος ἐμίσησεν, ἐποίησαν τοῖς ϑεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς ϑεοῖς αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.