TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 164
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἀγαπήσεις κύριον τὸν ϑεόν σου καὶ ϕυλάξῃ τὰ ϕυλάγματα αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ πάσας τὰς ἡμέρας.
Verse: 2    
καὶ γνώσεσϑε σήμερον ὅτι οὐχὶ τὰ παιδία ὑμῶν, ὅσοι οὐκ οἴδασιν οὐδὲ εἴδοσαν τὴν παιδείαν κυρίου τοῦ ϑεοῦ σου καὶ τὰ μεγαλεῖα αὐτοῦ καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλὸν
Verse: 3    
καὶ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ, ὅσα ἐποίησεν ἐν μέσῳ Αἰγύπτου Φαραω βασιλεῖ Αἰγύπτου καὶ πάσῃ τῇ γῇ αὐτοῦ,
Verse: 4    
καὶ ὅσα ἐποίησεν τὴν δύναμιν τῶν Αἰγυπτίων, τὰ ἅρματα αὐτῶν καὶ τὴν ἵππον αὐτῶν, ὡς ἐπέκλυσεν τὸ ὕδωρ τῆς ϑαλάσσης τῆς ἐρυϑρᾶς ἐπὶ προσώπου αὐτῶν καταδιωκόντων αὐτῶν ἐκ τῶν ὀπίσω ὑμῶν καὶ ἀπώλεσεν αὐτοὺς κύριος ἕως τῆς σήμερον ἡμέρας,
Verse: 5    
καὶ ὅσα ἐποίησεν ὑμῖν ἐν τῇ ἐρήμῳ, ἕως ἤλϑετε εἰς τὸν τόπον τοῦτον,
Verse: 6    
καὶ ὅσα ἐποίησεν τῷ Δαϑαν καὶ Αβιρων υἱοῖς Ελιαβ υἱοῦ Ρουβην, οὓς ἀνοίξασα γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πᾶσαν αὐτῶν τὴν ὑπόστασιν τὴν μετ' αὐτῶν ἐν μέσῳ παντὸς Ισραηλ,
Verse: 7    
ὅτι οἱ ὀϕϑαλμοὶ ὑμῶν ἑώρακαν πάντα τὰ ἔργα κυρίου τὰ μεγάλα, ὅσα ἐποίησεν ὑμῖν σήμερον.
Verse: 8    
καὶ ϕυλάξεσϑε πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα ζῆτε καὶ πολυπλασιασϑῆτε καὶ εἰσελϑόντες κληρονομήσητε τὴν γῆν, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν,
Verse: 9    
ἵνα μακροημερεύσητε ἐπὶ τῆς γῆς, ἧς ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς, γῆν ῥέουσαν γάλα καὶ μέλι·
Verse: 10    
ἔστιν γὰρ γῆ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, οὐχ ὥσπερ γῆ Αἰγύπτου ἐστίν, ὅϑεν ἐκπεπόρευσϑε ἐκεῖϑεν, ὅταν σπείρωσιν τὸν σπόρον καὶ ποτίζωσιν τοῖς ποσὶν ὡσεὶ κῆπον λαχανείας·
Verse: 11    
δὲ γῆ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν, γῆ ὀρεινὴ καὶ πεδινή, ἐκ τοῦ ὑετοῦ τοῦ οὐρανοῦ πίεται ὕδωρ,
Verse: 12    
γῆ, ἣν κύριος ϑεός σου ἐπισκοπεῖται αὐτήν, διὰ παντὸς οἱ ὀϕϑαλμοὶ κυρίου τοῦ ϑεοῦ σου ἐπ' αὐτῆς ἀπ' ἀρχῆς τοῦ ἐνιαυτοῦ καὶ ἕως συντελείας τοῦ ἐνιαυτοῦ.
Verse: 13    
᾽Εὰν δὲ ἀκοῇ εἰσακούσητε πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν κύριον τὸν ϑεόν σου καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
Verse: 14    
καὶ δώσει τὸν ὑετὸν τῇ γῇ σου καϑ' ὥραν πρόιμον καὶ ὄψιμον, καὶ εἰσοίσεις τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου·
Verse: 15    
καὶ δώσει χορτάσματα ἐν τοῖς ἀγροῖς σου τοῖς κτήνεσίν σου· καὶ ϕαγὼν καὶ ἐμπλησϑεὶς
Verse: 16    
πρόσεχε σεαυτῷ, μὴ πλατυνϑῇ καρδία σου καὶ παραβῆτε καὶ λατρεύσητε ϑεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,
Verse: 17    
καὶ ϑυμωϑεὶς ὀργῇ κύριος ἐϕ' ὑμῖν καὶ συσχῇ τὸν οὐρανόν, καὶ οὐκ ἔσται ὑετός, καὶ γῆ οὐ δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἀπολεῖσϑε ἐν τάχει ἀπὸ τῆς γῆς τῆς ἀγαϑῆς, ἧς ἔδωκεν κύριος ὑμῖν.
Verse: 18    
καὶ ἐμβαλεῖτε τὰ ῥήματα ταῦτα εἰς τὴν καρδίαν ὑμῶν καὶ εἰς τὴν ψυχὴν ὑμῶν· καὶ ἀϕάψετε αὐτὰ εἰς σημεῖον ἐπὶ τῆς χειρὸς ὑμῶν, καὶ ἔσται ἀσάλευτον πρὸ ὀϕϑαλμῶν ὑμῶν·
Verse: 19    
καὶ διδάξετε αὐτὰ τὰ τέκνα ὑμῶν λαλεῖν αὐτὰ καϑημένους ἐν οἴκῳ καὶ πορευομένους ἐν ὁδῷ καὶ κοιταζομένους καὶ διανισταμένους·
Verse: 20    
καὶ γράψετε αὐτὰ ἐπὶ τὰς ϕλιὰς τῶν οἰκιῶν ὑμῶν καὶ τῶν πυλῶν ὑμῶν,
Verse: 21    
ἵνα πολυημερεύσητε καὶ αἱ ἡμέραι τῶν υἱῶν ὑμῶν ἐπὶ τῆς γῆς, ἧς ὤμοσεν κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καϑὼς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.
Verse: 22    
καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν, ἀγαπᾶν κύριον τὸν ϑεὸν ἡμῶν καὶ πορεύεσϑαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ προσκολλᾶσϑαι αὐτῷ,
Verse: 23    
καὶ ἐκβαλεῖ κύριος πάντα τὰ ἔϑνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ κληρονομήσετε ἔϑνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ὑμεῖς.
Verse: 24    
πάντα τὸν τόπον, οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν, ὑμῖν ἔσται· ἀπὸ τῆς ἐρήμου καὶ ᾽Αντιλιβάνου καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐϕράτου, καὶ ἕως τῆς ϑαλάσσης τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου.
Verse: 25    
οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπον ὑμῶν· τὸν τρόμον ὑμῶν καὶ τὸν ϕόβον ὑμῶν ἐπιϑήσει κύριος ϑεὸς ὑμῶν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐϕ' ἧς ἐὰν ἐπιβῆτε ἐπ' αὐτῆς, ὃν τρόπον ἐλάλησεν κύριος πρὸς ὑμᾶς.
Verse: 26    
᾽Ιδοὺ ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον εὐλογίαν καὶ κατάραν,
Verse: 27    
τὴν εὐλογίαν, ἐὰν ἀκούσητε τὰς ἐντολὰς κυρίου τοῦ ϑεοῦ ὑμῶν, ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον,
Verse: 28    
καὶ τὰς κατάρας, ἐὰν μὴ ἀκούσητε τὰς ἐντολὰς κυρίου τοῦ ϑεοῦ ὑμῶν, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, καὶ πλανηϑῆτε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετειλάμην ὑμῖν, πορευϑέντες λατρεύειν ϑεοῖς ἑτέροις, οὓς οὐκ οἴδατε.
Verse: 29    
καὶ ἔσται ὅταν εἰσαγάγῃ σε κύριος ϑεός σου εἰς τὴν γῆν, εἰς ἣν διαβαίνεις ἐκεῖ κληρονομῆσαι αὐτήν, καὶ δώσεις τὴν εὐλογίαν ἐπ' ὄρος Γαριζιν καὶ τὴν κατάραν ἐπ' ὄρος Γαιβαλ.
Verse: 30    
[οὐκ ἰδοὺ ταῦτα πέραν τοῦ Ιορδάνου ὀπίσω ὁδὸν δυσμῶν ἡλίου ἐν γῇ Χανααν τὸ κατοικοῦν ἐπὶ δυσμῶν ἐχόμενον τοῦ Γολγολ πλησίον τῆς δρυὸς τῆς ὑψηλῆς;]
Verse: 31    
ὑμεῖς γὰρ διαβαίνετε τὸν Ιορδάνην εἰσελϑόντες κληρονομῆσαι τὴν γῆν, ἣν κύριος ϑεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας, καὶ κληρονομήσετε αὐτὴν καὶ κατοικήσετε ἐν αὐτῇ·
Verse: 32    
καὶ ϕυλάξεσϑε τοῦ ποιεῖν πάντα τὰ προστάγματα αὐτοῦ καὶ τὰς κρίσεις ταύτας, ὅσας ἐγὼ δίδωμι ἐνώπιον ὑμῶν σήμερον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.