TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 161
Previous part

Chapter: 8 
Verse: 1    Πάσας τὰς ἐντολάς, ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, ϕυλάξεσϑε ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασϑῆτε καὶ εἰσέλϑητε καὶ κληρονομήσητε τὴν γῆν, ἣν κύριος ϑεὸς ὑμῶν ὤμοσεν τοῖς πατράσιν ὑμῶν.
Verse: 2    
καὶ μνησϑήσῃ πᾶσαν τὴν ὁδόν, ἣν ἤγαγέν σε κύριος ϑεός σου ἐν τῇ ἐρήμῳ, ὅπως ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ διαγνωσϑῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ ϕυλάξῃ τὰς ἐντολὰς αὐτοῦ οὔ.
Verse: 3    
καὶ ἐκάκωσέν σε καὶ ἐλιμαγχόνησέν σε καὶ ἐψώμισέν σε τὸ μαννα, οὐκ εἴδησαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνϑρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος ϑεοῦ ζήσεται ἄνϑρωπος.
Verse: 4    
τὰ ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώϑησαν, ἰδοὺ τεσσαράκοντα ἔτη.
Verse: 5    
καὶ γνώσῃ τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσαι ἄνϑρωπος τὸν υἱὸν αὐτοῦ, οὕτως κύριος ϑεός σου παιδεύσει σε,
Verse: 6    
καὶ ϕυλάξῃ τὰς ἐντολὰς κυρίου τοῦ ϑεοῦ σου πορεύεσϑαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ ϕοβεῖσϑαι αὐτόν.
Verse: 7    
γὰρ κύριος ϑεός σου εἰσάγει σε εἰς γῆν ἀγαϑὴν καὶ πολλήν, οὗ χείμαρροι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ διὰ τῶν ὀρέων·
Verse: 8    
γῆ πυροῦ καὶ κριϑῆς, ἄμπελοι, συκαῖ, ῥόαι, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος·
Verse: 9    
γῆ, ἐϕ' ἧς οὐ μετὰ πτωχείας ϕάγῃ τὸν ἄρτον σου καὶ οὐκ ἐνδεηϑήσῃ οὐδὲν ἐπ' αὐτῆς· γῆ, ἧς οἱ λίϑοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν·
Verse: 10    
καὶ ϕάγῃ καὶ ἐμπλησϑήσῃ καὶ εὐλογήσεις κύριον τὸν ϑεόν σου ἐπὶ τῆς γῆς τῆς ἀγαϑῆς, ἧς ἔδωκέν σοι.
Verse: 11    
πρόσεχε σεαυτῷ, μὴ ἐπιλάϑῃ κυρίου τοῦ ϑεοῦ σου τοῦ μὴ ϕυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον,
Verse: 12    
μὴ ϕαγὼν καὶ ἐμπλησϑεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας ἐν αὐταῖς
Verse: 13    
καὶ τῶν βοῶν σου καὶ τῶν προβάτων σου πληϑυνϑέντων σοι, ἀργυρίου καὶ χρυσίου πληϑυνϑέντος σοι καὶ πάντων, ὅσων σοι ἔσται, πληϑυνϑέντων σοι
Verse: 14    
ὑψωϑῇς τῇ καρδίᾳ καὶ ἐπιλάϑῃ κυρίου τοῦ ϑεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας,
Verse: 15    
τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς ϕοβερᾶς ἐκείνης, οὗ ὄϕις δάκνων καὶ σκορπίος καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ, τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος,
Verse: 16    
τοῦ ψωμίσαντός σε τὸ μαννα ἐν τῇ ἐρήμῳ, οὐκ εἴδησαν οἱ πατέρες σου, ἵνα κακώσῃ σε καὶ ἐκπειράσῃ σε καὶ εὖ σε ποιήσῃ ἐπ' ἐσχάτων τῶν ἡμερῶν σου.
Verse: 17    
μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ῾Η ἰσχύς μου καὶ τὸ κράτος τῆς χειρός μου ἐποίησέν μοι τὴν δύναμιν τὴν μεγάλην ταύτην·
Verse: 18    
καὶ μνησϑήσῃ κυρίου τοῦ ϑεοῦ σου, ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν καὶ ἵνα στήσῃ τὴν διαϑήκην αὐτοῦ, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν σου, ὡς σήμερον.
Verse: 19    
καὶ ἔσται ἐὰν λήϑῃ ἐπιλάϑῃ κυρίου τοῦ ϑεοῦ σου καὶ πορευϑῇς ὀπίσω ϑεῶν ἑτέρων καὶ λατρεύσῃς αὐτοῖς καὶ προσκυνήσῃς αὐτοῖς, διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ἀπωλείᾳ ἀπολεῖσϑε·
Verse: 20    
καϑὰ καὶ τὰ λοιπὰ ἔϑνη, ὅσα κύριος ἀπολλύει πρὸ προσώπου ὑμῶν, οὕτως ἀπολεῖσϑε, ἀνϑ' ὧν οὐκ ἠκούσατε τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ὑμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.