TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 160
Previous part

Chapter: 7 
Verse: 1    ᾽Εὰν δὲ εἰσαγάγῃ σε κύριος ϑεός σου εἰς τὴν γῆν, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι, καὶ ἐξαρεῖ ἔϑνη μεγάλα ἀπὸ προσώπου σου, τὸν Χετταῖον καὶ Γεργεσαῖον καὶ Αμορραῖον καὶ Χαναναῖον καὶ Φερεζαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον, ἑπτὰ ἔϑνη πολλὰ καὶ ἰσχυρότερα ὑμῶν,
Verse: 2    
καὶ παραδώσει αὐτοὺς κύριος ϑεός σου εἰς τὰς χεῖράς σου καὶ πατάξεις αὐτούς, ἀϕανισμῷ ἀϕανιεῖς αὐτούς, οὐ διαϑήσῃ πρὸς αὐτοὺς διαϑήκην οὐδὲ μὴ ἐλεήσητε αὐτούς.
Verse: 3    
οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς· τὴν ϑυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ καὶ τὴν ϑυγατέρα αὐτοῦ οὐ λήμψῃ τῷ υἱῷ σου·
Verse: 4    
ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ λατρεύσει ϑεοῖς ἑτέροις, καὶ ὀργισϑήσεται ϑυμῷ κύριος εἰς ὑμᾶς καὶ ἐξολεϑρεύσει σε τὸ τάχος.
Verse: 5    
ἀλλ' οὕτως ποιήσετε αὐτοῖς· τοὺς βωμοὺς αὐτῶν καϑελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν ϑεῶν αὐτῶν κατακαύσετε πυρί·
Verse: 6    
ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ ϑεῷ σου, καὶ σὲ προείλατο κύριος ϑεός σου εἶναί σε αὐτῷ λαὸν περιούσιον παρὰ πάντα τὰ ἔϑνη, ὅσα ἐπὶ προσώπου τῆς γῆς.
Verse: 7    
οὐχ ὅτι πολυπληϑεῖτε παρὰ πάντα τὰ ἔϑνη, προείλατο κύριος ὑμᾶς καὶ ἐξελέξατο ὑμᾶς ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔϑνη ,
Verse: 8    
ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶς καὶ διατηρῶν τὸν ὅρκον, ὃν ὤμοσεν τοῖς πατράσιν ὑμῶν, ἐξήγαγεν κύριος ὑμᾶς ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐλυτρώσατο ἐξ οἴκου δουλείας ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου.
Verse: 9    
καὶ γνώσῃ ὅτι κύριος ϑεός σου, οὗτος ϑεός, ϑεὸς πιστός, ϕυλάσσων διαϑήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς ϕυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεὰς
Verse: 10    
καὶ ἀποδιδοὺς τοῖς μισοῦσιν κατὰ πρόσωπον ἐξολεϑρεῦσαι αὐτούς· καὶ οὐχὶ βραδυνεῖ τοῖς μισοῦσιν, κατὰ πρόσωπον ἀποδώσει αὐτοῖς.
Verse: 11    
καὶ ϕυλάξῃ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν.
Verse: 12    
Καὶ ἔσται ἡνίκα ἂν ἀκούσητε πάντα τὰ δικαιώματα ταῦτα καὶ ϕυλάξητε καὶ ποιήσητε αὐτά, καὶ διαϕυλάξει κύριος ϑεός σού σοι τὴν διαϑήκην καὶ τὸ ἔλεος, ὤμοσεν τοῖς πατράσιν ὑμῶν,
Verse: 13    
καὶ ἀγαπήσει σε καὶ εὐλογήσει σε καὶ πληϑυνεῖ σε καὶ εὐλογήσει τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὸν καρπὸν τῆς γῆς σου, τὸν σῖτόν σου καὶ τὸν οἶνόν σου καὶ τὸ ἔλαιόν σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου ἐπὶ τῆς γῆς, ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου δοῦναί σοι.
Verse: 14    
εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔϑνη· οὐκ ἔσται ἐν ὑμῖν ἄγονος οὐδὲ στεῖρα καὶ ἐν τοῖς κτήνεσίν σου.
Verse: 15    
καὶ περιελεῖ κύριος ἀπὸ σοῦ πᾶσαν μαλακίαν· καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηράς, ἃς ἑώρακας καὶ ὅσα ἔγνως, οὐκ ἐπιϑήσει ἐπὶ σὲ καὶ ἐπιϑήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντάς σε.
Verse: 16    
καὶ ϕάγῃ πάντα τὰ σκῦλα τῶν ἐϑνῶν, κύριος ϑεός σου δίδωσίν σοι· οὐ ϕείσεται ὀϕϑαλμός σου ἐπ' αὐτοῖς, καὶ οὐ λατρεύσεις τοῖς ϑεοῖς αὐτῶν, ὅτι σκῶλον τοῦτό ἐστίν σοι.
Verse: 17    
᾽Εὰν δὲ λέγῃς ἐν τῇ διανοίᾳ σου ὅτι Πολὺ τὸ ἔϑνος τοῦτο ἐγώ, πῶς δυνήσομαι ἐξολεϑρεῦσαι αὐτούς;
Verse: 18    
οὐ ϕοβηϑήσῃ αὐτούς· μνείᾳ μνησϑήσῃ ὅσα ἐποίησεν κύριος ϑεός σου τῷ Φαραω καὶ πᾶσι τοῖς Αἰγυπτίοις,
Verse: 19    
τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς εἴδοσαν οἱ ὀϕϑαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα, τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν, ὡς ἐξήγαγέν σε κύριος ϑεός σου· οὕτως ποιήσει κύριος ϑεὸς ἡμῶν πᾶσιν τοῖς ἔϑνεσιν, οὓς σὺ ϕοβῇ ἀπὸ προσώπου αὐτῶν.
Verse: 20    
καὶ τὰς σϕηκίας ἀποστελεῖ κύριος ϑεός σου εἰς αὐτούς, ἕως ἂν ἐκτριβῶσιν οἱ καταλελειμμένοι καὶ οἱ κεκρυμμένοι ἀπὸ σοῦ.
Verse: 21    
οὐ τρωϑήσῃ ἀπὸ προσώπου αὐτῶν, ὅτι κύριος ϑεός σου ἐν σοί, ϑεὸς μέγας καὶ κραταιός,
Verse: 22    
καὶ καταναλώσει κύριος ϑεός σου τὰ ἔϑνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν· οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος, ἵνα μὴ γένηται γῆ ἔρημος καὶ πληϑυνϑῇ ἐπὶ σὲ τὰ ϑηρία τὰ ἄγρια.
Verse: 23    
καὶ παραδώσει αὐτοὺς κύριος ϑεός σου εἰς τὰς χεῖράς σου καὶ ἀπολέσει αὐτοὺς ἀπωλείᾳ μεγάλῃ, ἕως ἂν ἐξολεϑρεύσῃ αὐτούς,
Verse: 24    
καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου· οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολεϑρεύσῃς αὐτούς.
Verse: 25    
τὰ γλυπτὰ τῶν ϑεῶν αὐτῶν κατακαύσετε πυρί· οὐκ ἐπιϑυμήσεις ἀργύριον οὐδὲ χρυσίον ἀπ' αὐτῶν καὶ οὐ λήμψῃ σεαυτῷ, μὴ πταίσῃς δι' αὐτό, ὅτι βδέλυγμα κυρίῳ τῷ ϑεῷ σού ἐστιν·
Verse: 26    
καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου καὶ ἔσῃ ἀνάϑημα ὥσπερ τοῦτο· προσοχϑίσματι προσοχϑιεῖς καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάϑημά ἐστιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.