TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 162
Previous part

Chapter: 9 
Verse: 1    ῎Ακουε, Ισραηλ· σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελϑεῖν κληρονομῆσαι ἔϑνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ὑμεῖς, πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ,
Verse: 2    
λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη, υἱοὺς Ενακ, οὓς σὺ οἶσϑα καὶ σὺ ἀκήκοας Τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ενακ;
Verse: 3    
καὶ γνώσῃ σήμερον ὅτι κύριος ϑεός σου, οὗτος προπορεύεται πρὸ προσώπου σου· πῦρ καταναλίσκον ἐστίν· οὗτος ἐξολεϑρεύσει αὐτούς, καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου, καὶ ἀπολεῖς αὐτούς, καϑάπερ εἶπέν σοι κύριος.
Verse: 4    
μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι κύριον τὸν ϑεόν σου τὰ ἔϑνη ταῦτα ἀπὸ προσώπου σου λέγων Διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέν με κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαϑὴν ταύτην· ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐϑνῶν τούτων κύριος ἐξολεϑρεύσει αὐτοὺς πρὸ προσώπου σου.
Verse: 5    
οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐϑνῶν τούτων κύριος ἐξολεϑρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαϑήκην αὐτοῦ, ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν, τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ.
Verse: 6    
καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου κύριος ϑεός σου δίδωσίν σοι τὴν γῆν τὴν ἀγαϑὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ.
Verse: 7    
μνήσϑητι μὴ ἐπιλάϑῃ ὅσα παρώξυνας κύριον τὸν ϑεόν σου ἐν τῇ ἐρήμῳ· ἀϕ' ἧς ἡμέρας ἐξήλϑετε ἐξ Αἰγύπτου ἕως ἤλϑετε εἰς τὸν τόπον τοῦτον, ἀπειϑοῦντες διετελεῖτε τὰ πρὸς κύριον.
Verse: 8    
καὶ ἐν Χωρηβ παρωξύνατε κύριον, καὶ ἐϑυμώϑη κύριος ἐϕ' ὑμῖν ἐξολεϑρεῦσαι ὑμᾶς
Verse: 9    
ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιϑίνας, πλάκας διαϑήκης, ἃς διέϑετο κύριος πρὸς ὑμᾶς. καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἄρτον οὐκ ἔϕαγον καὶ ὕδωρ οὐκ ἔπιον.
Verse: 10    
καὶ ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιϑίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ ϑεοῦ, καὶ ἐπ' αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι, οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας·
Verse: 11    
καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερῶν καὶ τεσσαράκοντα νυκτῶν ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιϑίνας, πλάκας διαϑήκης.
Verse: 12    
καὶ εἶπεν κύριος πρός με ᾽Ανάστηϑι κατάβηϑι τὸ τάχος ἐντεῦϑεν, ὅτι ἠνόμησεν λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς· ἐποίησαν ἑαυτοῖς χώνευμα.
Verse: 13    
καὶ εἶπεν κύριος πρός με Λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων ῾Εώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν·
Verse: 14    
ἔασόν με ἐξολεϑρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωϑεν τοῦ οὐρανοῦ καὶ ποιήσω σὲ εἰς ἔϑνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον τοῦτο.
Verse: 15    
καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ τὸ ὄρος ἐκαίετο πυρί, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς δυσὶ χερσίν μου.
Verse: 16    
καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον κυρίου τοῦ ϑεοῦ ὑμῶν καὶ ἐποιήσατε ὑμῖν ἑαυτοῖς χωνευτὸν καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατο ὑμῖν κύριος,
Verse: 17    
καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου καὶ συνέτριψα ἐναντίον ὑμῶν.
Verse: 18    
καὶ ἐδεήϑην ἐναντίον κυρίου δεύτερον καϑάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔϕαγον καὶ ὕδωρ οὐκ ἔπιον περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν, ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ ϑεοῦ ὑμῶν παροξῦναι αὐτόν.
Verse: 19    
καὶ ἔκϕοβός εἰμι διὰ τὴν ὀργὴν καὶ τὸν ϑυμόν, ὅτι παρωξύνϑη κύριος ἐϕ' ὑμῖν ἐξολεϑρεῦσαι ὑμᾶς· καὶ εἰσήκουσεν κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ.
Verse: 20    
καὶ ἐπὶ Ααρων ἐϑυμώϑη κύριος σϕόδρα ἐξολεϑρεῦσαι αὐτόν, καὶ ηὐξάμην καὶ περὶ Ααρων ἐν τῷ καιρῷ ἐκείνῳ.
Verse: 21    
καὶ τὴν ἁμαρτίαν ὑμῶν, ἣν ἐποιήσατε, τὸν μόσχον, ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρὶ καὶ συνέκοψα αὐτὸν καταλέσας σϕόδρα, ἕως οὗ ἐγένετο λεπτόν· καὶ ἐγενήϑη ὡσεὶ κονιορτός, καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους.
Verse: 22    
καὶ ἐν τῷ ᾽Εμπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ καὶ ἐν τοῖς Μνήμασιν τῆς ἐπιϑυμίας παροξύνοντες ἦτε κύριον τὸν ϑεὸν ὑμῶν.
Verse: 23    
καὶ ὅτε ἐξαπέστειλεν κύριος ὑμᾶς ἐκ Καδης Βαρνη λέγων ᾽Ανάβητε καὶ κληρονομήσατε τὴν γῆν, ἣν δίδωμι ὑμῖν, καὶ ἠπειϑήσατε τῷ ῥήματι κυρίου τοῦ ϑεοῦ ὑμῶν καὶ οὐκ ἐπιστεύσατε αὐτῷ καὶ οὐκ εἰσηκούσατε τῆς ϕωνῆς αὐτοῦ.
Verse: 24    
ἀπειϑοῦντες ἦτε τὰ πρὸς κύριον ἀπὸ τῆς ἡμέρας, ἧς ἐγνώσϑη ὑμῖν.
Verse: 25    
καὶ ἐδεήϑην ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ὅσας ἐδεήϑην εἶπεν γὰρ κύριος ἐξολεϑρεῦσαι ὑμᾶς
Verse: 26    
καὶ εὐξάμην πρὸς τὸν ϑεὸν καὶ εἶπα Κύριε κύριε βασιλεῦ τῶν ϑεῶν, μὴ ἐξολεϑρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου, ἣν ἐλυτρώσω ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ·
Verse: 27    
μνήσϑητι Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν ϑεραπόντων σου, οἷς ὤμοσας κατὰ σεαυτοῦ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου καὶ τὰ ἀσεβήματα καὶ τὰ ἁμαρτήματα αὐτῶν,
Verse: 28    
μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν, ὅϑεν ἐξήγαγες ἡμᾶς ἐκεῖϑεν, λέγοντες Παρὰ τὸ μὴ δύνασϑαι κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν εἶπεν αὐτοῖς, καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ.
Verse: 29    
καὶ οὗτοι λαός σου καὶ κλῆρός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.