TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1151
Previous part

Chapter: 35 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ' ὄρος Σηιρ καὶ προϕήτευσον ἐπ' αὐτὸ
Verse: 3    
καὶ εἰπόν Τάδε λέγει κύριος κύριος ᾽Ιδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηιρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε ἔρημον, καὶ ἐρημωϑήσῃ,
Verse: 4    
καὶ ταῖς πόλεσίν σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος.
Verse: 5    
ἀντὶ τοῦ γενέσϑαι σε ἐχϑρὰν αἰωνίαν καὶ ἐνεκάϑισας τῷ οἴκῳ Ισραηλ δόλῳ ἐν χειρὶ ἐχϑρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ' ἐσχάτῳ,
Verse: 6    
διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος κύριος, εἰ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμά σε διώξεται.
Verse: 7    
καὶ δώσω τὸ ὄρος Σηιρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ' αὐτοῦ ἀνϑρώπους καὶ κτήνη
Verse: 8    
καὶ ἐμπλήσω τῶν τραυματιῶν σου τοὺς βουνοὺς καὶ τὰς ϕάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί.
Verse: 9    
ἐρημίαν αἰώνιον ϑήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηϑῶσιν ἔτι· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος.
Verse: 10    
διὰ τὸ εἰπεῖν σε Τὰ δύο ἔϑνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς, καὶ κύριος ἐκεῖ ἐστιν,
Verse: 11    
διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχϑραν σου καὶ γνωσϑήσομαί σοι, ἡνίκα ἂν κρίνω σε·
Verse: 12    
καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος. ἤκουσα τῆς ϕωνῆς τῶν βλασϕημιῶν σου, ὅτι εἶπας Τὰ ὄρη Ισραηλ ἔρημα, ἡμῖν δέδοται εἰς κατάβρωμα·
Verse: 13    
καὶ ἐμεγαλορημόνησας ἐπ' ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα.
Verse: 14    
τάδε λέγει κύριος ᾽Εν τῇ εὐϕροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε·
Verse: 15    
ἔρημον ἔσῃ, ὄρος Σηιρ, καὶ πᾶσα Ιδουμαία ἐξαναλωϑήσεται· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ϑεὸς αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.