TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1150
Previous part

Chapter: 34 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, προϕήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ισραηλ, προϕήτευσον καὶ εἰπὸν τοῖς ποιμέσι Τάδε λέγει κύριος κύριος ῏Ω ποιμένες Ισραηλ, μὴ βόσκουσιν ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες;
Verse: 3    
ἰδοὺ τὸ γάλα κατέσϑετε καὶ τὰ ἔρια περιβάλλεσϑε καὶ τὸ παχὺ σϕάζετε καὶ τὰ πρόβατά μου οὐ βόσκετε·
Verse: 4    
τὸ ἠσϑενηκὸς οὐκ ἐνισχύσατε καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε καὶ τὸ ἰσχυρὸν κατειργάσασϑε μόχϑῳ.
Verse: 5    
καὶ διεσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας καὶ ἐγενήϑη εἰς κατάβρωμα πᾶσι τοῖς ϑηρίοις τοῦ ἀγροῦ·
Verse: 6    
καὶ διεσπάρη μου τὰ πρόβατα ἐν παντὶ ὄρει καὶ ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη, καὶ οὐκ ἦν ἐκζητῶν οὐδὲ ἀποστρέϕων.
Verse: 7    
διὰ τοῦτο, ποιμένες, ἀκούσατε λόγον κυρίου
Verse: 8    
Ζῶ ἐγώ, λέγει κύριος κύριος, εἰ μὴν ἀντὶ τοῦ γενέσϑαι τὰ πρόβατά μου εἰς προνομὴν καὶ γενέσϑαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς ϑηρίοις τοῦ πεδίου παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν,
Verse: 9    
ἀντὶ τούτου, ποιμένες,
Verse: 10    
τάδε λέγει κύριος κύριος ᾽Ιδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα.
Verse: 11    
διότι τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αὐτά.
Verse: 12    
ὥσπερ ζητεῖ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ, ὅταν γνόϕος καὶ νεϕέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως ἐκζητήσω τὰ πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου, οὗ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεϕέλης καὶ γνόϕου.
Verse: 13    
καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐϑνῶν καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν καὶ βοσκήσω αὐτοὺς ἐπὶ τὰ ὄρη Ισραηλ καὶ ἐν ταῖς ϕάραγξιν καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς·
Verse: 14    
ἐν νομῇ ἀγαϑῇ βοσκήσω αὐτούς, καὶ ἐν τῷ ὄρει τῷ ὑψηλῷ Ισραηλ ἔσονται αἱ μάνδραι αὐτῶν· ἐκεῖ κοιμηϑήσονται καὶ ἐκεῖ ἀναπαύσονται ἐν τρυϕῇ ἀγαϑῇ καὶ ἐν νομῇ πίονι βοσκηϑήσονται ἐπὶ τῶν ὀρέων Ισραηλ.
Verse: 15    
ἐγὼ βοσκήσω τὰ πρόβατά μου καὶ ἐγὼ ἀναπαύσω αὐτά, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος. τάδε λέγει κύριος κύριος
Verse: 16    
Τὸ ἀπολωλὸς ζητήσω καὶ τὸ πλανώμενον ἐπιστρέψω καὶ τὸ συντετριμμένον καταδήσω καὶ τὸ ἐκλεῖπον ἐνισχύσω καὶ τὸ ἰσχυρὸν ϕυλάξω καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος.
Verse: 17    
καὶ ὑμεῖς, πρόβατα, τάδε λέγει κύριος κύριος ᾽Ιδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων·
Verse: 18    
καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσϑε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν· καὶ τὸ καϑεστηκὸς ὕδωρ ἐπίνετε καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε·
Verse: 19    
καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον.
Verse: 20    
διὰ τοῦτο τάδε λέγει κύριος κύριος ᾽Ιδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου ἰσχυροῦ καὶ ἀνὰ μέσον προβάτου ἀσϑενοῦς.
Verse: 21    
ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωϑεῖσϑε καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεϑλίβετε.
Verse: 22    
καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριόν.
Verse: 23    
καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα καὶ ποιμανεῖ αὐτούς, τὸν δοῦλόν μου Δαυιδ, καὶ ἔσται αὐτῶν ποιμήν·
Verse: 24    
καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς ϑεόν, καὶ Δαυιδ ἐν μέσῳ αὐτῶν ἄρχων· ἐγὼ κύριος ἐλάλησα.
Verse: 25    
καὶ διαϑήσομαι τῷ Δαυιδ διαϑήκην εἰρήνης καὶ ἀϕανιῶ ϑηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς.
Verse: 26    
καὶ δώσω αὐτοὺς περικύκλῳ τοῦ ὄρους μου· καὶ δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας.
Verse: 27    
καὶ τὰ ξύλα τὰ ἐν τῷ πεδίῳ δώσει τὸν καρπὸν αὐτῶν, καὶ γῆ δώσει τὴν ἰσχὺν αὐτῆς, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἐν ἐλπίδι εἰρήνης, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ συντρῖψαί με τὸν ζυγὸν αὐτῶν· καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτούς.
Verse: 28    
καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔϑνεσιν, καὶ τὰ ϑηρία τῆς γῆς οὐκέτι μὴ ϕάγωσιν αὐτούς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ἐκϕοβῶν αὐτούς.
Verse: 29    
καὶ ἀναστήσω αὐτοῖς ϕυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμῷ ἐπὶ τῆς γῆς καὶ οὐ μὴ ἐνέγκωσιν ἔτι ὀνειδισμὸν ἐϑνῶν.
Verse: 30    
καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ϑεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου οἶκος Ισραηλ, λέγει κύριος.
Verse: 31    
πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε, καὶ ἐγὼ κύριος ϑεὸς ὑμῶν, λέγει κύριος κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.