TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1149
Previous part

Chapter: 33 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἐρεῖς πρὸς αὐτούς Γῆ, ἐϕ' ἣν ἂν ἐπάγω ῥομϕαίαν, καὶ λάβῃ λαὸς τῆς γῆς ἄνϑρωπον ἕνα ἐξ αὐτῶν καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπόν,
Verse: 3    
καὶ ἴδῃ τὴν ῥομϕαίαν ἐρχομένην ἐπὶ τὴν γῆν καὶ σαλπίσῃ τῇ σάλπιγγι καὶ σημάνῃ τῷ λαῷ,
Verse: 4    
καὶ ἀκούσῃ ἀκούσας τὴν ϕωνὴν τῆς σάλπιγγος καὶ μὴ ϕυλάξηται, καὶ ἐπέλϑῃ ῥομϕαία καὶ καταλάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ ἔσται·
Verse: 5    
ὅτι τὴν ϕωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐϕυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοῦ ἔσται, καὶ οὗτος, ὅτι ἐϕυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο.
Verse: 6    
καὶ σκοπός, ἐὰν ἴδῃ τὴν ῥομϕαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ λαὸς μὴ ϕυλάξηται, καὶ ἐλϑοῦσα ῥομϕαία λάβῃ ἐξ αὐτῶν ψυχήν, αὕτη διὰ τὴν αὑτῆς ἀνομίαν ἐλήμϕϑη, καὶ τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω.
Verse: 7    
καὶ σύ, υἱὲ ἀνϑρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ισραηλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον.
Verse: 8    
ἐν τῷ εἶπαί με τῷ ἁμαρτωλῷ Θανάτῳ ϑανατωϑήσῃ, καὶ μὴ λαλήσῃς τοῦ ϕυλάξασϑαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποϑανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.
Verse: 9    
σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ τοῦ ἀποστρέψαι ἀπ' αὐτῆς, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ ἀποϑανεῖται, καὶ σὺ τὴν ψυχὴν σαυτοῦ ἐξῄρησαι.
Verse: 10    
καὶ σύ, υἱὲ ἀνϑρώπου, εἰπὸν τῷ οἴκῳ Ισραηλ Οὕτως ἐλαλήσατε λέγοντες Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐϕ' ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεϑα· καὶ πῶς ζησόμεϑα;
Verse: 11    
εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, τάδε λέγει κύριος Οὐ βούλομαι τὸν ϑάνατον τοῦ ἀσεβοῦς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν. ἀποστροϕῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καὶ ἵνα τί ἀποϑνῄσκετε, οἶκος Ισραηλ;
Verse: 12    
εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ἂν ἡμέρᾳ πλανηϑῇ, καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωϑῆναι.
Verse: 13    
ἐν τῷ εἶπαί με τῷ δικαίῳ Οὗτος πέποιϑεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσῃ ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησϑῶσιν· ἐν τῇ ἀδικίᾳ αὐτοῦ, ἐποίησεν, ἐν αὐτῇ ἀποϑανεῖται.
Verse: 14    
καὶ ἐν τῷ εἶπαί με τῷ ἀσεβεῖ Θανάτῳ ϑανατωϑήσῃ, καὶ ἀποστρέψῃ ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην
Verse: 15    
καὶ ἐνεχύρασμα ἀποδῷ καὶ ἅρπαγμα ἀποτείσῃ, ἐν προστάγμασιν ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποϑάνῃ·
Verse: 16    
πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μὴ ἀναμνησϑῶσιν· ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται.
Verse: 17    
καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ εὐϑεῖα ὁδὸς τοῦ κυρίου· καὶ αὕτη ὁδὸς αὐτῶν οὐκ εὐϑεῖα.
Verse: 18    
ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀνομίας, καὶ ἀποϑανεῖται ἐν αὐταῖς·
Verse: 19    
καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται.
Verse: 20    
καὶ τοῦτό ἐστιν, εἴπατε Οὐκ εὐϑεῖα ὁδὸς κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ισραηλ.
Verse: 21    
Καὶ ἐγενήϑη ἐν τῷ δωδεκάτῳ ἔτει ἐν τῷ δωδεκάτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν ἦλϑεν ἀνασωϑεὶς πρός με ἀπὸ Ιερουσαλημ λέγων ῾Εάλω πόλις.
Verse: 22    
καὶ ἐγενήϑη ἐπ' ἐμὲ χεὶρ κυρίου ἑσπέρας πρὶν ἐλϑεῖν αὐτὸν καὶ ἤνοιξέν μου τὸ στόμα, ἕως ἦλϑεν πρός με τὸ πρωί, καὶ ἀνοιχϑέν μου τὸ στόμα οὐ συνεσχέϑη ἔτι.
Verse: 23    
καὶ ἐγενήϑη λόγος κυρίου πρός με λέγων
Verse: 24    
Υἱὲ ἀνϑρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγουσιν Εἷς ἦν Αβρααμ καὶ κατέσχεν τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμέν, ἡμῖν δέδοται γῆ εἰς κατάσχεσιν.
Verse: 25    
διὰ τοῦτο εἰπὸν αὐτοῖς Τάδε λέγει κύριος κύριος
Verse: 27    
Ζῶ ἐγώ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίρᾳ πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς ϑηρίοις τοῦ ἀγροῦ δοϑήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις καὶ τοὺς ἐν τοῖς σπηλαίοις ϑανάτῳ ἀποκτενῶ.
Verse: 28    
καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωϑήσεται τὰ ὄρη τοῦ Ισραηλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον.
Verse: 29    
καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωϑήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν, ἐποίησαν.
Verse: 30    
καὶ σύ, υἱὲ ἀνϑρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν καὶ λαλοῦσιν ἄνϑρωπος τῷ ἀδελϕῷ αὐτοῦ λέγοντες Συνέλϑωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ κυρίου,
Verse: 31    
ἔρχονται πρὸς σέ, ὡς συμπορεύεται λαός, καὶ κάϑηνται ἐναντίον σου καὶ ἀκούουσιν τὰ ῥήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων καρδία αὐτῶν.
Verse: 32    
καὶ γίνῃ αὐτοῖς ὡς ϕωνὴ ψαλτηρίου ἡδυϕώνου εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ῥήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά.
Verse: 33    
καὶ ἡνίκα ἂν ἔλϑῃ, ἐροῦσιν ᾽Ιδοὺ ἥκει· καὶ γνώσονται ὅτι προϕήτης ἦν ἐν μέσῳ αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.