TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1141
Previous part

Chapter: 25 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ προϕήτευσον ἐπ' αὐτοὺς
Verse: 3    
καὶ ἐρεῖς τοῖς υἱοῖς Αμμων ᾽Ακούσατε λόγον κυρίου Τάδε λέγει κύριος ᾽Ανϑ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώϑη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ, ὅτι ἠϕανίσϑη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ιουδα, ὅτι ἐπορεύϑησαν ἐν αἰχμαλωσίᾳ,
Verse: 4    
διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδεμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ ϕάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου.
Verse: 5    
καὶ δώσω τὴν πόλιν τοῦ Αμμων εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς Αμμων εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος.
Verse: 6    
διότι τάδε λέγει κύριος ᾽Ανϑ' ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐπεψόϕησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ισραηλ,
Verse: 7    
διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔϑνεσιν καὶ ἐξολεϑρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος.
Verse: 8    
Τάδε λέγει κύριος ᾽Ανϑ' ὧν εἶπεν Μωαβ ᾽Ιδοὺ ὃν τρόπον πάντα τὰ ἔϑνη οἶκος Ισραηλ καὶ Ιουδα,
Verse: 9    
διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωαβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον Ασιμουϑ ἐπάνω πηγῆς πόλεως παραϑαλασσίας.
Verse: 10    
τοῖς υἱοῖς Κεδεμ ἐπὶ τοὺς υἱοὺς Αμμων δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Αμμων·
Verse: 11    
καὶ εἰς Μωαβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος.
Verse: 12    
Τάδε λέγει κύριος ᾽Ανϑ' ὧν ἐποίησεν Ιδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ιουδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην,
Verse: 13    
διὰ τοῦτο τάδε λέγει κύριος Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ιδουμαίαν καὶ ἐξολεϑρεύσω ἐξ αὐτῆς ἄνϑρωπον καὶ κτῆνος καὶ ϑήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμαν διωκόμενοι ἐν ῥομϕαίᾳ πεσοῦνται·
Verse: 14    
καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ιδουμαίαν ἐν χειρὶ λαοῦ μου Ισραηλ, καὶ ποιήσουσιν ἐν τῇ Ιδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν ϑυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει κύριος.
Verse: 15    
Διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ανϑ' ὧν ἐποίησαν οἱ ἀλλόϕυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως αἰῶνος,
Verse: 16    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοϕύλους καὶ ἐξολεϑρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν·
Verse: 17    
καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.