TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1140
Previous part

Chapter: 24 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με ἐν τῷ ἔτει τῷ ἐνάτῳ ἐν τῷ μηνὶ τῷ δεκάτῳ δεκάτῃ τοῦ μηνὸς λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης, ἀϕ' ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ, ἀπὸ τῆς ἡμέρας τῆς σήμερον,
Verse: 3    
καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολὴν καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος ᾽Επίστησον τὸν λέβητα καὶ ἔκχεον εἰς αὐτὸν ὕδωρ
Verse: 4    
καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλόν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν
Verse: 5    
ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν· ἔζεσεν ἔζεσεν, καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς.
Verse: 6    
διὰ τοῦτο τάδε λέγει κύριος ῏Ω πόλις αἱμάτων, λέβης ἐν ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ἰὸς οὐκ ἐξῆλϑεν ἐξ αὐτῆς· κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος.
Verse: 7    
ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό· οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν τοῦ καλύψαι ἐπ' αὐτὸ γῆν.
Verse: 8    
τοῦ ἀναβῆναι ϑυμὸν εἰς ἐκδίκησιν ἐκδικηϑῆναι δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν τοῦ μὴ καλύψαι αὐτό.
Verse: 9    
διὰ τοῦτο τάδε λέγει κύριος Κἀγὼ μεγαλυνῶ τὸν δαλὸν
Verse: 10    
καὶ πληϑυνῶ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα καὶ ἐλαττωϑῇ ζωμὸς
Verse: 11    
καὶ στῇ ἐπὶ τοὺς ἄνϑρακας, ὅπως προσκαυϑῇ καὶ ϑερμανϑῇ χαλκὸς αὐτῆς καὶ τακῇ ἐν μέσῳ ἀκαϑαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ἰὸς αὐτῆς,
Verse: 12    
καὶ οὐ μὴ ἐξέλϑῃ ἐξ αὐτῆς πολὺς ἰὸς αὐτῆς, καταισχυνϑήσεται ἰὸς αὐτῆς,
Verse: 13    
ἀνϑ' ὧν ἐμιαίνου σύ. καὶ τί ἐὰν μὴ καϑαρισϑῇς ἔτι, ἕως οὗ ἐμπλήσω τὸν ϑυμόν μου;
Verse: 14    
ἐγὼ κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου καὶ κατὰ τὰ ἐνϑυμήματά σου κρινῶ σε, λέγει κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνϑυμήματά σου κρινῶ σε, ἀκάϑαρτος ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν.
Verse: 15    
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 16    
Υἱὲ ἀνϑρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιϑυμήματα τῶν ὀϕϑαλμῶν σου ἐν παρατάξει· οὐ μὴ κοπῇς οὐδὲ μὴ κλαυσϑῇς.
Verse: 17    
στεναγμὸς αἵματος, ὀσϕύος, πένϑους ἐστίν· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσίν σου, οὐ μὴ παρακληϑῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ ϕάγῃς.
Verse: 18    
καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωὶ ὃν τρόπον ἐνετείλατό μοι, καὶ ἀπέϑανεν γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωὶ ὃν τρόπον ἐπετάγη μοι.
Verse: 19    
καὶ εἶπεν πρός με λαός Οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστιν ταῦτα, σὺ ποιεῖς;
Verse: 20    
καὶ εἶπα πρὸς αὐτούς Λόγος κυρίου πρός με ἐγένετο λέγων
Verse: 21    
Εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ Τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, ϕρύαγμα ἰσχύος ὑμῶν, ἐπιϑυμήματα ὀϕϑαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν ϕείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ ϑυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομϕαίᾳ πεσοῦνται.
Verse: 22    
καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληϑήσεσϑε καὶ ἄρτον ἀνδρῶν οὐ ϕάγεσϑε,
Verse: 23    
καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεϕαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὴ κόψησϑε οὔτε μὴ κλαύσητε καὶ ἐντακήσεσϑε ἐν ταῖς ἀδικίαις ὑμῶν καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελϕὸν αὐτοῦ.
Verse: 24    
καὶ ἔσται Ιεζεκιηλ ὑμῖν εἰς τέρας· κατὰ πάντα, ὅσα ἐποίησεν, ποιήσετε, ὅταν ἔλϑῃ ταῦτα· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος.
Verse: 25    
καὶ σύ, υἱὲ ἀνϑρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνω τὴν ἰσχὺν παρ' αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιϑυμήματα ὀϕϑαλμῶν αὐτῶν καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ ϑυγατέρας αὐτῶν,
Verse: 26    
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἥξει ἀνασῳζόμενος πρὸς σὲ τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα;
Verse: 27    
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διανοιχϑήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασῳζόμενον, καὶ λαλήσεις καὶ οὐ μὴ ἀποκωϕωϑῇς οὐκέτι· καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.