TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1139
Chapter: 23
Verse: 1
Καὶ
ἐγένετο
λόγος
κυρίου
πρός
με
λέγων
Verse: 2
Υἱὲ
ἀνϑρώπου
,
δύο
γυναῖκες
ἦσαν
ϑυγατέρες
μητρὸς
μιᾶς
Verse: 3
καὶ
ἐξεπόρνευσαν
ἐν
Αἰγύπτῳ
ἐν
τῇ
νεότητι
αὐτῶν
·
ἐκεῖ
ἔπεσον
οἱ
μαστοὶ
αὐτῶν
,
ἐκεῖ
διεπαρϑενεύϑησαν
.
Verse: 4
καὶ
τὰ
ὀνόματα
αὐτῶν
ἦν
Οολα
ἡ
πρεσβυτέρα
καὶ
Οολιβα
ἡ
ἀδελϕὴ
αὐτῆς
.
καὶ
ἐγένοντό
μοι
καὶ
ἔτεκον
υἱοὺς
καὶ
ϑυγατέρας
.
καὶ
τὰ
ὀνόματα
αὐτῶν
·
Σαμάρεια
ἡ
Οολα
,
καὶ
Ιερουσαλημ
ἡ
Οολιβα
.
Verse: 5
καὶ
ἐξεπόρνευσεν
ἡ
Οολα
ἀπ
'
ἐμοῦ
καὶ
ἐπέϑετο
ἐπὶ
τοὺς
ἐραστὰς
αὐτῆς
,
ἐπὶ
τοὺς
᾽Ασσυρίους
τοὺς
ἐγγίζοντας
αὐτῇ
Verse: 6
ἐνδεδυκότας
ὑακίνϑινα
,
ἡγουμένους
καὶ
στρατηγούς
·
νεανίσκοι
ἐπίλεκτοι
πάντες
,
ἱππεῖς
ἱππαζόμενοι
ἐϕ
'
ἵππων
.
Verse: 7
καὶ
ἔδωκεν
τὴν
πορνείαν
αὐτῆς
ἐπ
'
αὐτούς
·
ἐπίλεκτοι
υἱοὶ
᾽Ασσυρίων
πάντες
,
καὶ
ἐπὶ
πάντας
,
οὓς
ἐπέϑετο
,
ἐν
πᾶσι
τοῖς
ἐνϑυμήμασιν
αὐτῆς
ἐμιαίνετο
.
Verse: 8
καὶ
τὴν
πορνείαν
αὐτῆς
ἐξ
Αἰγύπτου
οὐκ
ἐγκατέλιπεν
,
ὅτι
μετ
'
αὐτῆς
ἐκοιμῶντο
ἐν
νεότητι
αὐτῆς
,
καὶ
αὐτοὶ
διεπαρϑένευσαν
αὐτὴν
καὶ
ἐξέχεαν
τὴν
πορνείαν
αὐτῶν
ἐπ
'
αὐτήν
.
Verse: 9
διὰ
τοῦτο
παρέδωκα
αὐτὴν
εἰς
χεῖρας
τῶν
ἐραστῶν
αὐτῆς
,
εἰς
χεῖρας
υἱῶν
᾽Ασσυρίων
,
ἐϕ
'
οὓς
ἐπετίϑετο
.
Verse: 10
αὐτοὶ
ἀπεκάλυψαν
τὴν
αἰσχύνην
αὐτῆς
,
υἱοὺς
καὶ
ϑυγατέρας
αὐτῆς
ἔλαβον
καὶ
αὐτὴν
ἐν
ῥομϕαίᾳ
ἀπέκτειναν
·
καὶ
ἐγένετο
λάλημα
εἰς
γυναῖκας
,
καὶ
ἐποίησαν
ἐκδικήσεις
ἐν
αὐτῇ
εἰς
τὰς
ϑυγατέρας
.
Verse: 11
καὶ
εἶδεν
ἡ
ἀδελϕὴ
αὐτῆς
Οολιβα
καὶ
διέϕϑειρε
τὴν
ἐπίϑεσιν
αὐτῆς
ὑπὲρ
αὐτὴν
καὶ
τὴν
πορνείαν
αὐτῆς
ὑπὲρ
τὴν
πορνείαν
τῆς
ἀδελϕῆς
αὐτῆς
.
Verse: 12
ἐπὶ
τοὺς
υἱοὺς
τῶν
᾽Ασσυρίων
ἐπέϑετο
,
ἡγουμένους
καὶ
στρατηγοὺς
τοὺς
ἐγγὺς
αὐτῆς
ἐνδεδυκότας
εὐπάρυϕα
,
ἱππεῖς
ἱππαζομένους
ἐϕ
'
ἵππων
·
νεανίσκοι
ἐπίλεκτοι
πάντες
.
Verse: 13
καὶ
εἶδον
ὅτι
μεμίανται
·
ὁδὸς
μία
τῶν
δύο
.
Verse: 14
καὶ
προσέϑετο
πρὸς
τὴν
πορνείαν
αὐτῆς
καὶ
εἶδεν
ἄνδρας
ἐζωγραϕημένους
ἐπὶ
τοῦ
τοίχου
,
εἰκόνας
Χαλδαίων
,
ἐζωγραϕημένους
ἐν
γραϕίδι
Verse: 15
ἐζωσμένους
ποικίλματα
ἐπὶ
τὰς
ὀσϕύας
αὐτῶν
,
καὶ
τιάραι
βαπταὶ
ἐπὶ
τῶν
κεϕαλῶν
αὐτῶν
,
ὄψις
τρισσὴ
πάντων
,
ὁμοίωμα
υἱῶν
Χαλδαίων
γῆς
πατρίδος
αὐτῶν
,
Verse: 16
καὶ
ἐπέϑετο
ἐπ
'
αὐτοὺς
τῇ
ὁράσει
ὀϕϑαλμῶν
αὐτῆς
καὶ
ἐξαπέστειλεν
ἀγγέλους
πρὸς
αὐτοὺς
εἰς
γῆν
Χαλδαίων
.
Verse: 17
καὶ
ἤλϑοσαν
πρὸς
αὐτὴν
υἱοὶ
Βαβυλῶνος
εἰς
κοίτην
καταλυόντων
καὶ
ἐμίαινον
αὐτὴν
ἐν
τῇ
πορνείᾳ
αὐτῆς
,
καὶ
ἐμιάνϑη
ἐν
αὐτοῖς
·
καὶ
ἀπέστη
ἡ
ψυχὴ
αὐτῆς
ἀπ
'
αὐτῶν
.
Verse: 18
καὶ
ἀπεκάλυψεν
τὴν
πορνείαν
αὐτῆς
καὶ
ἀπεκάλυψεν
τὴν
αἰσχύνην
αὐτῆς
,
καὶ
ἀπέστη
ἡ
ψυχή
μου
ἀπ
'
αὐτῆς
,
ὃν
τρόπον
ἀπέστη
ἡ
ψυχή
μου
ἀπὸ
τῆς
ἀδελϕῆς
αὐτῆς
.
Verse: 19
καὶ
ἐπλήϑυνας
τὴν
πορνείαν
σου
τοῦ
ἀναμνῆσαι
ἡμέρας
νεότητός
σου
,
ἐν
αἷς
ἐπόρνευσας
ἐν
Αἰγύπτῳ
,
Verse: 20
καὶ
ἐπέϑου
ἐπὶ
τοὺς
Χαλδαίους
,
ὧν
ἦσαν
ὡς
ὄνων
αἱ
σάρκες
αὐτῶν
καὶ
αἰδοῖα
ἵππων
τὰ
αἰδοῖα
αὐτῶν
.
Verse: 21
καὶ
ἐπεσκέψω
τὴν
ἀνομίαν
νεότητός
σου
,
ἃ
ἐποίεις
ἐν
Αἰγύπτῳ
ἐν
τῷ
καταλύματί
σου
,
οὗ
οἱ
μαστοὶ
νεότητός
σου
.
Verse: 22
διὰ
τοῦτο
,
Οολιβα
,
τάδε
λέγει
κύριος
᾽Ιδοὺ
ἐγὼ
ἐξεγείρω
τοὺς
ἐραστάς
σου
ἐπὶ
σέ
,
ἀϕ
'
ὧν
ἀπέστη
ἡ
ψυχή
σου
ἀπ
'
αὐτῶν
,
καὶ
ἐπάξω
αὐτοὺς
ἐπὶ
σὲ
κυκλόϑεν
,
Verse: 23
υἱοὺς
Βαβυλῶνος
καὶ
πάντας
τοὺς
Χαλδαίους
,
Φακουδ
καὶ
Σουε
καὶ
Κουε
καὶ
πάντας
υἱοὺς
᾽Ασσυρίων
μετ
'
αὐτῶν
,
νεανίσκους
ἐπιλέκτους
,
ἡγεμόνας
καὶ
στρατηγοὺς
πάντας
,
τρισσοὺς
καὶ
ὀνομαστοὺς
ἱππεύοντας
ἐϕ
'
ἵππων
·
Verse: 24
καὶ
πάντες
ἥξουσιν
ἐπὶ
σὲ
ἀπὸ
βορρᾶ
,
ἅρματα
καὶ
τροχοὶ
μετ
'
ὄχλου
λαῶν
,
ϑυρεοὶ
καὶ
πέλται
,
καὶ
βαλοῦσιν
ϕυλακὴν
ἐπὶ
σὲ
κύκλῳ
·
καὶ
δώσω
πρὸ
προσώπου
αὐτῶν
κρίμα
,
καὶ
ἐκδικήσουσίν
σε
ἐν
τοῖς
κρίμασιν
αὐτῶν
.
Verse: 25
καὶ
δώσω
τὸν
ζῆλόν
μου
ἐν
σοί
,
καὶ
ποιήσουσιν
μετὰ
σοῦ
ἐν
ὀργῇ
ϑυμοῦ
·
μυκτῆρά
σου
καὶ
ὦτά
σου
ἀϕελοῦσιν
καὶ
τοὺς
καταλοίπους
σου
ἐν
ῥομϕαίᾳ
καταβαλοῦσιν
.
αὐτοὶ
υἱούς
σου
καὶ
ϑυγατέρας
σου
λήμψονται
,
καὶ
τοὺς
καταλοίπους
σου
πῦρ
καταϕάγεται
.
Verse: 26
καὶ
ἐκδύσουσίν
σε
τὸν
ἱματισμόν
σου
καὶ
λήμψονται
τὰ
σκεύη
τῆς
καυχήσεώς
σου
.
Verse: 27
καὶ
ἀποστρέψω
τὰς
ἀσεβείας
σου
ἐκ
σοῦ
καὶ
τὴν
πορνείαν
σου
ἐκ
γῆς
Αἰγύπτου
,
καὶ
οὐ
μὴ
ἄρῃς
τοὺς
ὀϕϑαλμούς
σου
ἐπ
'
αὐτοὺς
καὶ
Αἰγύπτου
οὐ
μὴ
μνησϑῇς
οὐκέτι
.
Verse: 28
διότι
τάδε
λέγει
κύριος
κύριος
᾽Ιδοὺ
ἐγὼ
παραδίδωμί
σε
εἰς
χεῖρας
ὧν
μισεῖς
,
ἀϕ
'
ὧν
ἀπέστη
ἡ
ψυχή
σου
ἀπ
'
αὐτῶν
·
Verse: 29
καὶ
ποιήσουσιν
ἐν
σοὶ
ἐν
μίσει
καὶ
λήμψονται
πάντας
τοὺς
πόνους
σου
καὶ
τοὺς
μόχϑους
σου
,
καὶ
ἔσῃ
γυμνὴ
καὶ
ἀσχημονοῦσα
,
καὶ
ἀποκαλυϕϑήσεται
αἰσχύνη
πορνείας
σου
καὶ
ἀσέβειά
σου
.
καὶ
ἡ
πορνεία
σου
Verse: 30
ἐποίησεν
ταῦτά
σοι
ἐν
τῷ
ἐκπορνεῦσαί
σε
ὀπίσω
ἐϑνῶν
καὶ
ἐμιαίνου
ἐν
τοῖς
ἐνϑυμήμασιν
αὐτῶν
.
Verse: 31
ἐν
τῇ
ὁδῷ
τῆς
ἀδελϕῆς
σου
ἐπορεύϑης
,
καὶ
δώσω
τὸ
ποτήριον
αὐτῆς
εἰς
χεῖράς
σου
.
Verse: 32
τάδε
λέγει
κύριος
Τὸ
ποτήριον
τῆς
ἀδελϕῆς
σου
πίεσαι
τὸ
βαϑὺ
καὶ
τὸ
πλατὺ
τὸ
πλεονάζον
τοῦ
συντελέσαι
Verse: 33
μέϑην
καὶ
ἐκλύσεως
πλησϑήσῃ
·
καὶ
τὸ
ποτήριον
ἀϕανισμοῦ
,
ποτήριον
ἀδελϕῆς
σου
Σαμαρείας
,
Verse: 34
καὶ
πίεσαι
αὐτό
·
καὶ
τὰς
ἑορτὰς
καὶ
τὰς
νεομηνίας
αὐτῆς
ἀποστρέψω
·
διότι
ἐγὼ
λελάληκα
,
λέγει
κύριος
.
Verse: 35
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
᾽Ανϑ
'
ὧν
ἐπελάϑου
μου
καὶ
ἀπέρριψάς
με
ὀπίσω
τοῦ
σώματός
σου
,
καὶ
σὺ
λαβὲ
τὴν
ἀσέβειάν
σου
καὶ
τὴν
πορνείαν
σου
.
Verse: 36
καὶ
εἶπεν
κύριος
πρός
με
Υἱὲ
ἀνϑρώπου
,
οὐ
κρινεῖς
τὴν
Οολαν
καὶ
τὴν
Οολιβαν
;
καὶ
ἀπαγγελεῖς
αὐταῖς
τὰς
ἀνομίας
αὐτῶν
,
Verse: 37
ὅτι
ἐμοιχῶντο
,
καὶ
αἷμα
ἐν
χερσὶν
αὐτῶν
·
τὰ
ἐνϑυμήματα
αὐτῶν
ἐμοιχῶντο
καὶ
τὰ
τέκνα
αὐτῶν
,
ἃ
ἐγέννησάν
μοι
,
διήγαγον
αὐτοῖς
δι
'
ἐμπύρων
.
Verse: 38
ἕως
καὶ
ταῦτα
ἐποίησάν
μοι
·
τὰ
ἅγιά
μου
ἐμίαινον
καὶ
τὰ
σάββατά
μου
ἐβεβήλουν
.
Verse: 39
καὶ
ἐν
τῷ
σϕάζειν
αὐτοὺς
τὰ
τέκνα
αὐτῶν
τοῖς
εἰδώλοις
αὐτῶν
καὶ
εἰσεπορεύοντο
εἰς
τὰ
ἅγιά
μου
τοῦ
βεβηλοῦν
αὐτά
·
καὶ
ὅτι
οὕτως
ἐποίουν
ἐν
μέσῳ
τοῦ
οἴκου
μου
.
Verse: 40
καὶ
ὅτι
τοῖς
ἀνδράσιν
τοῖς
ἐρχομένοις
μακρόϑεν
,
οἷς
ἀγγέλους
ἐξαπεστέλλοσαν
πρὸς
αὐτούς
,
καὶ
ἅμα
τῷ
ἔρχεσϑαι
αὐτοὺς
εὐϑὺς
ἐλούου
καὶ
ἐστιβίζου
τοὺς
ὀϕϑαλμούς
σου
καὶ
ἐκόσμου
κόσμῳ
Verse: 41
καὶ
ἐκάϑου
ἐπὶ
κλίνης
ἐστρωμένης
,
καὶ
τράπεζα
κεκοσμημένη
πρὸ
προσώπου
αὐτῆς
.
καὶ
τὸ
ϑυμίαμά
μου
καὶ
τὸ
ἔλαιόν
μου
εὐϕραίνοντο
ἐν
αὐτοῖς
.
Verse: 42
καὶ
ϕωνὴν
ἁρμονίας
ἀνεκρούοντο
·
καὶ
πρὸς
ἄνδρας
ἐκ
πλήϑους
ἀνϑρώπων
ἥκοντας
ἐκ
τῆς
ἐρήμου
καὶ
ἐδίδοσαν
ψέλια
ἐπὶ
τὰς
χεῖρας
αὐτῶν
καὶ
στέϕανον
καυχήσεως
ἐπὶ
τὰς
κεϕαλὰς
αὐτῶν
.
Verse: 43
καὶ
εἶπα
Οὐκ
ἐν
τούτοις
μοιχεύουσιν
;
καὶ
ἔργα
πόρνης
καὶ
αὐτὴ
ἐξεπόρνευσεν
.
Verse: 44
καὶ
εἰσεπορεύοντο
πρὸς
αὐτήν
,
ὃν
τρόπον
εἰσπορεύονται
πρὸς
γυναῖκα
πόρνην
,
οὕτως
εἰσεπορεύοντο
πρὸς
Οολαν
καὶ
πρὸς
Οολιβαν
τοῦ
ποιῆσαι
ἀνομίαν
.
Verse: 45
καὶ
ἄνδρες
δίκαιοι
αὐτοὶ
ἐκδικήσουσιν
αὐτὰς
ἐκδικήσει
μοιχαλίδος
καὶ
ἐκδικήσει
αἵματος
,
ὅτι
μοιχαλίδες
εἰσίν
,
καὶ
αἷμα
ἐν
χερσὶν
αὐτῶν
.
Verse: 46
τάδε
λέγει
κύριος
κύριος
᾽Ανάγαγε
ἐπ
'
αὐτὰς
ὄχλον
καὶ
δὸς
ἐν
αὐταῖς
ταραχὴν
καὶ
διαρπαγὴν
Verse: 47
καὶ
λιϑοβόλησον
ἐπ
'
αὐτὰς
λίϑοις
ὄχλων
καὶ
κατακέντει
αὐτὰς
ἐν
τοῖς
ξίϕεσιν
αὐτῶν
·
υἱοὺς
αὐτῶν
καὶ
ϑυγατέρας
αὐτῶν
ἀποκτενοῦσι
καὶ
τοὺς
οἴκους
αὐτῶν
ἐμπρήσουσιν
.
Verse: 48
καὶ
ἀποστρέψω
ἀσέβειαν
ἐκ
τῆς
γῆς
,
καὶ
παιδευϑήσονται
πᾶσαι
αἱ
γυναῖκες
καὶ
οὐ
μὴ
ποιήσουσιν
κατὰ
τὰς
ἀσεβείας
αὐτῶν
.
Verse: 49
καὶ
δοϑήσεται
ἡ
ἀσέβεια
ὑμῶν
ἐϕ
'
ὑμᾶς
,
καὶ
τὰς
ἁμαρτίας
τῶν
ἐνϑυμημάτων
ὑμῶν
λήμψεσϑε
·
καὶ
γνώσεσϑε
διότι
ἐγὼ
κύριος
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.