TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1138
Previous part

Chapter: 22 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Καὶ σύ, υἱὲ ἀνϑρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς
Verse: 3    
καὶ ἐρεῖς Τάδε λέγει κύριος κύριος ῏Ω πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ ἐλϑεῖν καιρὸν αὐτῆς καὶ ποιοῦσα ἐνϑυμήματα καϑ' αὑτῆς τοῦ μιαίνειν αὐτήν,
Verse: 4    
ἐν τοῖς αἵμασιν αὐτῶν, οἷς ἐξέχεας, παραπέπτωκας καὶ ἐν τοῖς ἐνϑυμήμασίν σου, οἷς ἐποίεις, ἐμιαίνου καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτῶν σου. διὰ τοῦτο δέδωκά σε εἰς ὄνειδος τοῖς ἔϑνεσιν καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις
Verse: 5    
ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί ᾽Ακάϑαρτος ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις.
Verse: 6    
ἰδοὺ οἱ ἀϕηγούμενοι οἴκου Ισραηλ ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεϕύροντο ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα·
Verse: 7    
πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοὶ καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέϕοντο ἐν ἀδικίαις ἐν σοί, ὀρϕανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί·
Verse: 8    
καὶ τὰ ἅγιά μου ἐξουδένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί.
Verse: 9    
ἄνδρες λῃσταὶ ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσϑοσαν ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου.
Verse: 10    
αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ καὶ ἐν ἀκαϑαρσίαις ἀποκαϑημένην ἐταπείνουν ἐν σοί·
Verse: 11    
ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμϕην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελϕὴν αὐτοῦ ϑυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί.
Verse: 12    
δῶρα ἐλαμβάνοσαν ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί· καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάϑου, λέγει κύριος.
Verse: 13    
ἐὰν δὲ πατάξω χεῖρά μου πρὸς χεῖρά μου ἐϕ' οἷς συντετέλεσαι, οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασίν σου τοῖς γεγενημένοις ἐν μέσῳ σου,
Verse: 14    
εἰ ὑποστήσεται καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις, αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ κύριος λελάληκα καὶ ποιήσω.
Verse: 15    
καὶ διασκορπιῶ σε ἐν τοῖς ἔϑνεσιν καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἀκαϑαρσία σου ἐκ σοῦ,
Verse: 16    
καὶ κατακληρονομήσω ἐν σοὶ κατ' ὀϕϑαλμοὺς τῶν ἐϑνῶν· καὶ γνώσεσϑε διότι ἐγὼ κύριος.
Verse: 17    
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 18    
Υἱὲ ἀνϑρώπου, ἰδοὺ γεγόνασί μοι οἶκος Ισραηλ ἀναμεμειγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ κασσιτέρῳ καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμειγμένος ἐστίν.
Verse: 19    
διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος ᾽Ανϑ' ὧν ἐγένεσϑε πάντες εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον Ιερουσαλημ.
Verse: 20    
καϑὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου τοῦ ἐκϕυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευϑῆναι, οὕτως εἰσδέξομαι ὑμᾶς ἐν ὀργῇ μου καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς
Verse: 21    
καὶ ἐκϕυσήσω ἐϕ' ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευϑήσεσϑε ἐν μέσῳ αὐτῆς.
Verse: 22    
ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευϑήσεσϑε ἐν μέσῳ αὐτῆς· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος ἐξέχεα τὸν ϑυμόν μου ἐϕ' ὑμᾶς.
Verse: 23    
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 24    
Υἱὲ ἀνϑρώπου, εἰπὸν αὐτῇ Σὺ εἶ γῆ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς·
Verse: 25    
ἧς οἱ ἀϕηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσϑίοντες ἐν δυναστείᾳ, τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ, καὶ αἱ χῆραί σου ἐπληϑύνϑησαν ἐν μέσῳ σου.
Verse: 26    
καὶ οἱ ἱερεῖς αὐτῆς ἠϑέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον καὶ ἀνὰ μέσον ἀκαϑάρτου καὶ τοῦ καϑαροῦ οὐ διέστελλον καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀϕϑαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν.
Verse: 27    
οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσιν.
Verse: 28    
καὶ οἱ προϕῆται αὐτῆς ἀλείϕοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες Τάδε λέγει κύριος, καὶ κύριος οὐ λελάληκεν·
Verse: 29    
λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεϕόμενοι μετὰ κρίματος.
Verse: 30    
καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεϕόμενον ὀρϑῶς καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν καιρῷ τῆς γῆς τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτήν, καὶ οὐχ εὗρον.
Verse: 31    
καὶ ἐξέχεα ἐπ' αὐτὴν ϑυμόν μου ἐν πυρὶ ὀργῆς μου τοῦ συντελέσαι· τὰς ὁδοὺς αὐτῶν εἰς κεϕαλὰς αὐτῶν δέδωκα, λέγει κύριος κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.