TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1137
Previous part

Chapter: 21 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμαν καὶ ἐπίβλεψον ἐπὶ Δαρωμ καὶ προϕήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγεβ
Verse: 3    
καὶ ἐρεῖς τῷ δρυμῷ Ναγεβ ῎Ακουε λόγον κυρίου Τάδε λέγει κύριος κύριος ᾽Ιδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταϕάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρόν, οὐ σβεσϑήσεται ϕλὸξ ἐξαϕϑεῖσα, καὶ κατακαυϑήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ·
Verse: 4    
καὶ ἐπιγνώσονται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ἐξέκαυσα αὐτό, καὶ οὐ σβεσϑήσεται.
Verse: 5    
καὶ εἶπα Μηδαμῶς, κύριε κύριε· αὐτοὶ λέγουσιν πρός με Οὐχὶ παραβολή ἐστιν λεγομένη αὕτη;
Verse: 6    
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 7    
Διὰ τοῦτο προϕήτευσον, υἱὲ ἀνϑρώπου, καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ιερουσαλημ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν καὶ προϕητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ισραηλ
Verse: 8    
καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ισραηλ ᾽Ιδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ ἐξολεϑρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον·
Verse: 9    
ἀνϑ' ὧν ἐξολεϑρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ·
Verse: 10    
καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ οὐκ ἀποστρέψει οὐκέτι.
Verse: 11    
καὶ σύ, υἱὲ ἀνϑρώπου, καταστέναξον ἐν συντριβῇ ὀσϕύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ' ὀϕϑαλμοὺς αὐτῶν.
Verse: 12    
καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ ῞Ενεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς ᾽Επὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ ϑραυσϑήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυϑήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνϑήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται καὶ ἔσται, λέγει κύριος κύριος.
Verse: 13    
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 14    
Υἱὲ ἀνϑρώπου, προϕήτευσον καὶ ἐρεῖς Τάδε λέγει κύριος Εἰπόν ῾Ρομϕαία ῥομϕαία, ὀξύνου καὶ ϑυμώϑητι,
Verse: 15    
ὅπως σϕάξῃς σϕάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν σϕάζε, ἐξουδένει ἀπωϑοῦ πᾶν ξύλον.
Verse: 16    
καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήϑη ῥομϕαία, ἔστιν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα ἀποκεντοῦντος.
Verse: 17    
ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνϑρώπου, ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου, αὐτὴ ἐν πᾶσιν τοῖς ἀϕηγουμένοις τοῦ Ισραηλ· παροικήσουσιν ἐπὶ ῥομϕαίᾳ, ἐγένετο ἐν τῷ λαῷ μου· διὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου.
Verse: 18    
ὅτι δεδικαίωται· καὶ τί, εἰ καὶ ϕυλὴ ἀπώσϑη; οὐκ ἔσται, λέγει κύριος κύριος.
Verse: 19    
καὶ σύ, υἱὲ ἀνϑρώπου, προϕήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα καὶ διπλασίασον ῥομϕαίαν· τρίτη ῥομϕαία τραυματιῶν ἐστιν ῥομϕαία τραυματιῶν μεγάλη καὶ ἐκστήσει αὐτούς,
Verse: 20    
ὅπως ϑραυσϑῇ καρδία καὶ πληϑυνϑῶσιν οἱ ἀσϑενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν· παραδέδονται εἰς σϕάγια ῥομϕαίας, εὖ γέγονεν εἰς σϕαγήν, εὖ γέγονεν εἰς στίλβωσιν.
Verse: 21    
διαπορεύου ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται.
Verse: 22    
καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου καὶ ἐναϕήσω τὸν ϑυμόν μου· ἐγὼ κύριος λελάληκα.
Verse: 23    
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 24    
Καὶ σύ, υἱὲ ἀνϑρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς τοῦ εἰσελϑεῖν ῥομϕαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως· ἐπ' ἀρχῆς
Verse: 25    
ὁδοῦ διατάξεις τοῦ εἰσελϑεῖν ῥομϕαίαν ἐπὶ Ραββαϑ υἱῶν Αμμων καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Ιερουσαλημ ἐν μέσῳ αὐτῆς.
Verse: 26    
διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδὸν ἐπ' ἀρχῆς τῶν δύο ὁδῶν τοῦ μαντεύσασϑαι μαντείαν, τοῦ ἀναβράσαι ῥάβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ ἡπατοσκοπήσασϑαι ἐκ δεξιῶν αὐτοῦ.
Verse: 27    
ἐγένετο τὸ μαντεῖον ἐπὶ Ιερουσαλημ τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι ϕωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς καὶ βαλεῖν χῶμα καὶ οἰκοδομῆσαι βελοστάσεις.
Verse: 28    
καὶ αὐτὸς αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν, καὶ αὐτὸς ἀναμιμνῄσκων ἀδικίας αὐτοῦ μνησϑῆναι.
Verse: 29    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ανϑ' ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν ἐν τῷ ἀποκαλυϕϑῆναι τὰς ἀσεβείας ὑμῶν τοῦ ὁραϑῆναι ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνϑ' ὧν ἀνεμνήσατε, ἐν τούτοις ἁλώσεσϑε.
Verse: 30    
καὶ σύ, βέβηλε ἄνομε ἀϕηγούμενε τοῦ Ισραηλ, οὗ ἥκει ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας,
Verse: 31    
τάδε λέγει κύριος ᾽Αϕείλου τὴν κίδαριν καὶ ἐπέϑου τὸν στέϕανον· αὕτη οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλὸν καὶ τὸ ταπεινὸν ὕψωσας.
Verse: 32    
ἀδικίαν ἀδικίαν ϑήσομαι αὐτήν, οὐδ' αὕτη τοιαύτη ἔσται, ἕως οὗ ἔλϑῃ καϑήκει, καὶ παραδώσω αὐτῷ.
Verse: 33    
καὶ σύ, υἱὲ ἀνϑρώπου, προϕήτευσον καὶ ἐρεῖς Τάδε λέγει κύριος πρὸς τοὺς υἱοὺς Αμμων καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν καὶ ἐρεῖς ῾Ρομϕαία ῥομϕαία ἐσπασμένη εἰς σϕάγια καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς
Verse: 34    
ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ καὶ ἐν τῷ μαντεύεσϑαί σε ψευδῆ τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων, ὧν ἥκει ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας.
Verse: 35    
ἀπόστρεϕε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ, γεγέννησαι· ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε
Verse: 36    
καὶ ἐκχεῶ ἐπὶ σὲ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμϕυσήσω ἐπὶ σὲ καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαϕϑοράν.
Verse: 37    
ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ κύριος λελάληκα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.