TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1136
Previous part

Chapter: 20 
Verse: 1    Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἐν τῷ πέμπτῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ἦλϑον ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ισραηλ ἐπερωτῆσαι τὸν κύριον καὶ ἐκάϑισαν πρὸ προσώπου μου.
Verse: 2    
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 3    
Υἱὲ ἀνϑρώπου, λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσϑε; ζῶ ἐγὼ εἰ ἀποκριϑήσομαι ὑμῖν, λέγει κύριος;
Verse: 4    
εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει; υἱὲ ἀνϑρώπου, τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς
Verse: 5    
καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος ᾽Αϕ' ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ισραηλ καὶ ἐγνωρίσϑην τῷ σπέρματι οἴκου Ιακωβ καὶ ἐγνώσϑην αὐτοῖς ἐν γῇ Αἰγύπτου καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν λέγων ᾽Εγὼ κύριος ϑεὸς ὑμῶν,
Verse: 6    
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν, ἣν ἡτοίμασα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶν παρὰ πᾶσαν τὴν γῆν.
Verse: 7    
καὶ εἶπα πρὸς αὐτούς ῞Εκαστος τὰ βδελύγματα τῶν ὀϕϑαλμῶν αὐτοῦ ἀπορριψάτω, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσϑε· ἐγὼ κύριος ϑεὸς ὑμῶν.
Verse: 8    
καὶ ἀπέστησαν ἀπ' ἐμοῦ καὶ οὐκ ἠϑέλησαν εἰσακοῦσαί μου, τὰ βδελύγματα τῶν ὀϕϑαλμῶν αὐτῶν οὐκ ἀπέρριψαν καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλιπον. καὶ εἶπα τοῦ ἐκχέαι τὸν ϑυμόν μου ἐπ' αὐτοὺς τοῦ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ γῆς Αἰγύπτου.
Verse: 9    
καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωϑῇ ἐνώπιον τῶν ἐϑνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐν οἷς ἐγνώσϑην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
Verse: 10    
καὶ ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον
Verse: 11    
καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὅσα ποιήσει αὐτὰ ἄνϑρωπος καὶ ζήσεται ἐν αὐτοῖς.
Verse: 12    
καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ κύριος ἁγιάζων αὐτούς.
Verse: 13    
καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ Ισραηλ ἐν τῇ ἐρήμῳ ᾽Εν τοῖς προστάγμασίν μου πορεύεσϑε. καὶ οὐκ ἐπορεύϑησαν καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ποιήσει αὐτὰ ἄνϑρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σϕόδρα. καὶ εἶπα τοῦ ἐκχέαι τὸν ϑυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ ἐξαναλῶσαι αὐτούς.
Verse: 14    
καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωϑῇ ἐνώπιον τῶν ἐϑνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀϕϑαλμοὺς αὐτῶν.
Verse: 15    
καὶ ἐγὼ ἐξῆρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸ παράπαν τοῦ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶν παρὰ πᾶσαν τὴν γῆν,
Verse: 16    
ἀνϑ' ὧν τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύϑησαν ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνϑυμημάτων τῶν καρδιῶν αὐτῶν ἐπορεύοντο.
Verse: 17    
καὶ ἐϕείσατο ὀϕϑαλμός μου ἐπ' αὐτοὺς τοῦ ἐξαλεῖψαι αὐτοὺς καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ.
Verse: 18    
καὶ εἶπα πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ ᾽Εν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσϑε καὶ τὰ δικαιώματα αὐτῶν μὴ ϕυλάσσεσϑε καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίσγεσϑε καὶ μὴ μιαίνεσϑε·
Verse: 19    
ἐγὼ κύριος ϑεὸς ὑμῶν, ἐν τοῖς προστάγμασίν μου πορεύεσϑε καὶ τὰ δικαιώματά μου ϕυλάσσεσϑε καὶ ποιεῖτε αὐτὰ
Verse: 20    
καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔστω εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν τοῦ γινώσκειν διότι ἐγὼ κύριος ϑεὸς ὑμῶν.
Verse: 21    
καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν, ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύϑησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐϕυλάξαντο τοῦ ποιεῖν αὐτά, ποιήσει ἄνϑρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν. καὶ εἶπα τοῦ ἐκχέαι τὸν ϑυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ συντελέσαι τὴν ὀργήν μου ἐπ' αὐτούς·
Verse: 22    
καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωϑῇ ἐνώπιον τῶν ἐϑνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀϕϑαλμοὺς αὐτῶν.
Verse: 23    
καὶ ἐξῆρα τὴν χεῖρά μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔϑνεσιν καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις,
Verse: 24    
ἀνϑ' ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν καὶ τὰ προστάγματά μου ἀπώσαντο καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνϑυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀϕϑαλμοὶ αὐτῶν.
Verse: 25    
καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.
Verse: 26    
καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν ἐν τῷ διαπορεύεσϑαί με πᾶν διανοῖγον μήτραν ὅπως ἀϕανίσω αὐτούς.
Verse: 27    
Διὰ τοῦτο λάλησον πρὸς τὸν οἶκον τοῦ Ισραηλ, υἱὲ ἀνϑρώπου, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος ῞Εως τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν, ἐν οἷς παρέπεσον εἰς ἐμέ.
Verse: 28    
καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν, ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτοῖς, καὶ εἶδον πᾶν βουνὸν ὑψηλὸν καὶ πᾶν ξύλον κατάσκιον καὶ ἔϑυσαν ἐκεῖ τοῖς ϑεοῖς αὐτῶν καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας καὶ ἔσπεισαν ἐκεῖ σπονδὰς αὐτῶν.
Verse: 29    
καὶ εἶπον πρὸς αὐτούς Τί ἐστιν Αβαμα, ὅτι ὑμεῖς εἰσπορεύεσϑε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Αβαμα ἕως τῆς σήμερον ἡμέρας.
Verse: 30    
διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ Τάδε λέγει κύριος Εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσϑε καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορνεύετε;
Verse: 31    
καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν δομάτων ὑμῶν ἐν τοῖς ἀϕορισμοῖς ὑμεῖς μιαίνεσϑε ἐν πᾶσιν τοῖς ἐνϑυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας. καὶ ἐγὼ ἀποκριϑῶ ὑμῖν, οἶκος τοῦ Ισραηλ; ζῶ ἐγώ, λέγει κύριος, εἰ ἀποκριϑήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο.
Verse: 32    
καὶ οὐκ ἔσται ὃν τρόπον ὑμεῖς λέγετε ᾽Εσόμεϑα ὡς τὰ ἔϑνη καὶ ὡς αἱ ϕυλαὶ τῆς γῆς τοῦ λατρεύειν ξύλοις καὶ λίϑοις.
Verse: 33    
διὰ τοῦτο ζῶ ἐγώ, λέγει κύριος, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ϑυμῷ κεχυμένῳ βασιλεύσω ἐϕ' ὑμᾶς·
Verse: 34    
καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν, οὗ διεσκορπίσϑητε ἐν αὐταῖς, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ϑυμῷ κεχυμένῳ·
Verse: 35    
καὶ ἄξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν καὶ διακριϑήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ πρόσωπον.
Verse: 36    
ὃν τρόπον διεκρίϑην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ γῆς Αἰγύπτου, οὕτως κρινῶ ὑμᾶς, λέγει κύριος·
Verse: 37    
καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου καὶ εἰσάξω ὑμᾶς ἐν ἀριϑμῷ
Verse: 38    
καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀϕεστηκότας, διότι ἐκ τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτούς, καὶ εἰς τὴν γῆν τοῦ Ισραηλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος.
Verse: 39    
καὶ ὑμεῖς, οἶκος Ισραηλ, τάδε λέγει κύριος κύριος ῞Εκαστος τὰ ἐπιτηδεύματα αὐτοῦ ἐξάρατε· καὶ μετὰ ταῦτα εἰ μὴ ὑμεῖς εἰσακούετέ μου καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν·
Verse: 40    
διότι ἐπὶ τοῦ ὄρους τοῦ ἁγίου μου, ἐπ' ὄρους ὑψηλοῦ, λέγει κύριος κύριος, ἐκεῖ δουλεύσουσίν μοι πᾶς οἶκος Ισραηλ εἰς τέλος, καὶ ἐκεῖ προσδέξομαι καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν ἀϕορισμῶν ὑμῶν ἐν πᾶσιν τοῖς ἁγιάσμασιν ὑμῶν·
Verse: 41    
ἐν ὀσμῇ εὐωδίας προσδέξομαι ὑμᾶς ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέχεσϑαι ὑμᾶς ἐκ τῶν χωρῶν, ἐν αἷς διεσκορπίσϑητε ἐν αὐταῖς, καὶ ἁγιασϑήσομαι ἐν ὑμῖν κατ' ὀϕϑαλμοὺς τῶν λαῶν.
Verse: 42    
καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ Ισραηλ εἰς τὴν γῆν, εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν.
Verse: 43    
καὶ μνησϑήσεσϑε ἐκεῖ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, ἐν οἷς ἐμιαίνεσϑε ἐν αὐτοῖς, καὶ κόψεσϑε τὰ πρόσωπα ὑμῶν ἐν πᾶσαις ταῖς κακίαις ὑμῶν.
Verse: 44    
καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν ὅπως τὸ ὄνομά μου μὴ βεβηλωϑῇ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεϕϑαρμένα, λέγει κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.