TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1135
Previous part

Chapter: 19 
Verse: 1    Καὶ σὺ λαβὲ ϑρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ισραηλ
Verse: 2    
καὶ ἐρεῖς Τί μήτηρ σου; σκύμνος· ἐν μέσῳ λεόντων ἐγενήϑη, ἐν μέσῳ λεόντων ἐπλήϑυνεν σκύμνους αὐτῆς.
Verse: 3    
καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο καὶ ἔμαϑεν τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνϑρώπους ἔϕαγεν.
Verse: 4    
καὶ ἤκουσαν κατ' αὐτοῦ ἔϑνη, ἐν τῇ διαϕϑορᾷ αὐτῶν συνελήμϕϑη, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου.
Verse: 5    
καὶ εἶδεν ὅτι ἀπῶσται ἀπ' αὐτῆς καὶ ἀπώλετο ὑπόστασις αὐτῆς, καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς, λέοντα ἔταξεν αὐτόν.
Verse: 6    
καὶ ἀνεστρέϕετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο καὶ ἔμαϑεν ἁρπάζειν ἁρπάγματα, ἀνϑρώπους ἔϕαγεν·
Verse: 7    
καὶ ἐνέμετο τῷ ϑράσει αὐτοῦ καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσεν καὶ ἠϕάνισεν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ ϕωνῆς ὠρύματος αὐτοῦ.
Verse: 8    
καὶ ἔδωκαν ἐπ' αὐτὸν ἔϑνη ἐκ χωρῶν κυκλόϑεν καὶ ἐξεπέτασαν ἐπ' αὐτὸν δίκτυα αὐτῶν, ἐν διαϕϑορᾷ αὐτῶν συνελήμϕϑη·
Verse: 9    
καὶ ἔϑεντο αὐτὸν ἐν κημῷ καὶ ἐν γαλεάγρᾳ, ἦλϑεν πρὸς βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγεν αὐτὸν εἰς ϕυλακήν, ὅπως μὴ ἀκουσϑῇ ϕωνὴ αὐτοῦ ἐπὶ τὰ ὄρη τοῦ Ισραηλ.
Verse: 10    
μήτηρ σου ὡς ἄμπελος, ὡς ἄνϑος ἐν ῥόᾳ ἐν ὕδατι πεϕυτευμένη, καρπὸς αὐτῆς καὶ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ.
Verse: 11    
καὶ ἐγένετο αὐτῇ ῥάβδος ἰσχύος ἐπὶ ϕυλὴν ἡγουμένων, καὶ ὑψώϑη τῷ μεγέϑει αὐτῆς ἐν μέσῳ στελεχῶν καὶ εἶδεν τὸ μέγεϑος αὐτῆς ἐν πλήϑει κλημάτων αὐτῆς.
Verse: 12    
καὶ κατεκλάσϑη ἐν ϑυμῷ, ἐπὶ γῆν ἐρρίϕη, καὶ ἄνεμος καύσων ἐξήρανεν τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήϑη καὶ ἐξηράνϑη ῥάβδος ἰσχύος αὐτῆς, πῦρ ἀνήλωσεν αὐτήν.
Verse: 13    
καὶ νῦν πεϕύτευκαν αὐτὴν ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀνύδρῳ·
Verse: 14    
καὶ ἐξῆλϑεν πῦρ ἐκ ῥάβδου ἐκλεκτῶν αὐτῆς καὶ κατέϕαγεν αὐτήν, καὶ οὐκ ἦν ἐν αὐτῇ ῥάβδος ἰσχύος. ϕυλὴ εἰς παραβολὴν ϑρήνου ἐστὶν καὶ ἔσται εἰς ϑρῆνον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.