TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1134
Previous part

Chapter: 18 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, τί ὑμῖν παραβολὴ αὕτη ἐν τοῖς υἱοῖς Ισραηλ λέγοντες Οἱ πατέρες ἔϕαγον ὄμϕακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομϕίασαν;
Verse: 3    
ζῶ ἐγώ, λέγει κύριος, ἐὰν γένηται ἔτι λεγομένη παραβολὴ αὕτη ἐν τῷ Ισραηλ·
Verse: 4    
ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν· ὃν τρόπον ψυχὴ τοῦ πατρός, οὕτως καὶ ψυχὴ τοῦ υἱοῦ, ἐμαί εἰσιν· ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποϑανεῖται.
Verse: 5    
δὲ ἄνϑρωπος, ὃς ἔσται δίκαιος, ποιῶν κρίμα καὶ δικαιοσύνην,
Verse: 6    
ἐπὶ τῶν ὀρέων οὐ ϕάγεται καὶ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνϑυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ καὶ πρὸς γυναῖκα ἐν ἀϕέδρῳ οὖσαν οὐ προσεγγιεῖ
Verse: 7    
καὶ ἄνϑρωπον οὐ μὴ καταδυναστεύσῃ, ἐνεχυρασμὸν ὀϕείλοντος ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπᾶται, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ
Verse: 8    
καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεονασμὸν οὐ λήμψεται καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ
Verse: 9    
καὶ τοῖς προστάγμασίν μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεϕύλακται τοῦ ποιῆσαι αὐτά, δίκαιος οὗτός ἐστιν, ζωῇ ζήσεται, λέγει κύριος.
Verse: 10    
καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμὸν ἐκχέοντα αἷμα καὶ ποιοῦντα ἁμαρτήματα,
Verse: 11    
ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύϑη, ἀλλὰ καὶ ἐπὶ τῶν ὀρέων ἔϕαγεν καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐμίανεν
Verse: 12    
καὶ πτωχὸν καὶ πένητα κατεδυνάστευσεν καὶ ἅρπαγμα ἥρπασεν καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκεν καὶ εἰς τὰ εἴδωλα ἔϑετο τοὺς ὀϕϑαλμοὺς αὐτοῦ, ἀνομίαν πεποίηκεν,
Verse: 13    
μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν, οὗτος ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύτας ἐποίησεν, ϑανάτῳ ϑανατωϑήσεται, τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται.
Verse: 14    
ἐὰν δὲ γεννήσῃ υἱόν, καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὐτοῦ, ἃς ἐποίησεν, καὶ ϕοβηϑῇ καὶ μὴ ποιήσῃ κατὰ ταύτας,
Verse: 15    
ἐπὶ τῶν ὀρέων οὐ βέβρωκεν καὶ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ οὐκ ἔϑετο εἰς τὰ ἐνϑυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανεν
Verse: 16    
καὶ ἄνϑρωπον οὐ κατεδυνάστευσεν καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασεν καὶ ἅρπαγμα οὐχ ἥρπασεν, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι ἔδωκεν καὶ γυμνὸν περιέβαλεν
Verse: 17    
καὶ ἀπ' ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ, τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβεν, δικαιοσύνην ἐποίησεν καὶ ἐν τοῖς προστάγμασίν μου ἐπορεύϑη, οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ, ζωῇ ζήσεται.
Verse: 18    
δὲ πατὴρ αὐτοῦ ἐὰν ϑλίψει ϑλίψῃ καὶ ἁρπάσῃ ἅρπαγμα, ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ μου καὶ ἀποϑανεῖται ἐν τῇ ἀδικίᾳ αὐτοῦ.
Verse: 19    
καὶ ἐρεῖτε Τί ὅτι οὐκ ἔλαβεν τὴν ἀδικίαν υἱὸς τοῦ πατρὸς αὐτοῦ; ὅτι υἱὸς δικαιοσύνην καὶ ἔλεος ἐποίησεν, πάντα τὰ νόμιμά μου συνετήρησεν καὶ ἐποίησεν αὐτά· ζωῇ ζήσεται.
Verse: 20    
δὲ ψυχὴ ἁμαρτάνουσα ἀποϑανεῖται· δὲ υἱὸς οὐ λήμψεται τὴν ἀδικίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ πατὴρ λήμψεται τὴν ἀδικίαν τοῦ υἱοῦ αὐτοῦ· δικαιοσύνη δικαίου ἐπ' αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ' αὐτὸν ἔσται.
Verse: 21    
καὶ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, ὧν ἐποίησεν, καὶ ϕυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος, ζωῇ ζήσεται, οὐ μὴ ἀποϑάνῃ.
Verse: 22    
πάντα τὰ παραπτώματα αὐτοῦ, ὅσα ἐποίησεν, οὐ μνησϑήσεται· ἐν τῇ δικαιοσύνῃ αὐτοῦ, ἐποίησεν, ζήσεται.
Verse: 23    
μὴ ϑελήσει ϑελήσω τὸν ϑάνατον τοῦ ἀνόμου, λέγει κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν;
Verse: 24    
ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας, ἃς ἐποίησεν ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησϑῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ, παρέπεσεν, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποϑανεῖται.
Verse: 25    
καὶ εἴπατε Οὐ κατευϑύνει ὁδὸς κυρίου. ἀκούσατε δή, πᾶς οἶκος Ισραηλ· μὴ ὁδός μου οὐ κατευϑύνει; οὐχὶ ὁδὸς ὑμῶν οὐ κατευϑύνει;
Verse: 26    
ἐν τῷ ἀποστρέψαι τὸν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ παράπτωμα καὶ ἀποϑάνῃ, ἐν τῷ παραπτώματι, ἐποίησεν, ἐν αὐτῷ ἀποϑανεῖται.
Verse: 27    
καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ἧς ἐποίησεν, καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐϕύλαξεν
Verse: 28    
καὶ ἀπέστρεψεν ἐκ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ, ὧν ἐποίησεν, ζωῇ ζήσεται, οὐ μὴ ἀποϑάνῃ.
Verse: 29    
καὶ λέγουσιν οἶκος τοῦ Ισραηλ Οὐ κατορϑοῖ ὁδὸς κυρίου. μὴ ὁδός μου οὐ κατορϑοῖ, οἶκος Ισραηλ; οὐχὶ ὁδὸς ὑμῶν οὐ κατορϑοῖ;
Verse: 30    
ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ισραηλ, λέγει κύριος· ἐπιστράϕητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας.
Verse: 31    
ἀπορρίψατε ἀπὸ ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν, ἃς ἠσεβήσατε εἰς ἐμέ, καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἵνα τί ἀποϑνῄσκετε, οἶκος Ισραηλ;
Verse: 32    
διότι οὐ ϑέλω τὸν ϑάνατον τοῦ ἀποϑνῄσκοντος, λέγει κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.