TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1133
Previous part

Chapter: 17 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ισραηλ
Verse: 3    
καὶ ἐρεῖς Τάδε λέγει κύριος ῾Ο ἀετὸς μέγας μεγαλοπτέρυγος μακρὸς τῇ ἐκτάσει πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελϑεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου,
Verse: 4    
τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανααν, εἰς πόλιν τετειχισμένην ἔϑετο αὐτά.
Verse: 5    
καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον ϕυτὸν ἐϕ' ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό.
Verse: 6    
καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσϑενοῦσαν καὶ μικρὰν τῷ μεγέϑει τοῦ ἐπιϕαίνεσϑαι αὐτήν· τὰ κλήματα αὐτῆς ἐπ' αὐτὴν καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆς.
Verse: 7    
καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν, καὶ ἰδοὺ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς ϕυτείας αὐτῆς.
Verse: 8    
εἰς πεδίον καλὸν ἐϕ' ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ ϕέρειν καρπὸν τοῦ εἶναι εἰς ἄμπελον μεγάλην.
Verse: 9    
διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Εἰ κατευϑυνεῖ; οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ καρπὸς σαπήσεται, καὶ ξηρανϑήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς; καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδ' ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς.
Verse: 10    
καὶ ἰδοὺ πιαίνεται· μὴ κατευϑυνεῖ; οὐχ ἅμα τῷ ἅψασϑαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανϑήσεται ξηρασίᾳ; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανϑήσεται.
Verse: 11    
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 12    
Υἱὲ ἀνϑρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα Οὐκ ἐπίστασϑε τί ἦν ταῦτα; εἰπόν ῞Οταν ἔλϑῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ, καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα.
Verse: 13    
καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαϑήσεται πρὸς αὐτὸν διαϑήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ· καὶ τοὺς ἡγουμένους τῆς γῆς λήμψεται
Verse: 14    
τοῦ γενέσϑαι εἰς βασιλείαν ἀσϑενῆ τὸ καϑόλου μὴ ἐπαίρεσϑαι τοῦ ϕυλάσσειν τὴν διαϑήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν.
Verse: 15    
καὶ ἀποστήσεται ἀπ' αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευϑυνεῖ; εἰ διασωϑήσεται ποιῶν ἐναντία; καὶ παραβαίνων διαϑήκην εἰ σωϑήσεται;
Verse: 16    
ζῶ ἐγώ, λέγει κύριος, ἐὰν μὴ ἐν τόπῳ βασιλεὺς βασιλεύσας αὐτόν, ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαϑήκην μου, μετ' αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει.
Verse: 17    
καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδ' ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραω πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς.
Verse: 18    
καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαϑήκην, καὶ ἰδοὺ δέδωκεν τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωϑήσεται;
Verse: 19    
διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ζῶ ἐγὼ ἐὰν μὴ τὴν διαϑήκην μου, ἣν παρέβη, καὶ τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσεν, καὶ δώσω αὐτὰ εἰς κεϕαλὴν αὐτοῦ.
Verse: 20    
καὶ ἐκπετάσω ἐπ' αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ.
Verse: 21    
ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομϕαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος λελάληκα.
Verse: 22    
διότι τάδε λέγει κύριος Καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου, ἐκ κορυϕῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταϕυτεύσω ἐγὼ ἐπ' ὄρος ὑψηλόν· καὶ κρεμάσω αὐτὸν
Verse: 23    
ἐν ὄρει μετεώρῳ τοῦ Ισραηλ καὶ καταϕυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ϑηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, τὰ κλήματα αὐτοῦ ἀποκατασταϑήσεται.
Verse: 24    
καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ κύριος ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναϑάλλων ξύλον ξηρόν· ἐγὼ κύριος λελάληκα καὶ ποιήσω.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.