TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1132
Chapter: 16
Verse: 1
Καὶ
ἐγένετο
λόγος
κυρίου
πρός
με
λέγων
Verse: 2
Υἱὲ
ἀνϑρώπου
,
διαμάρτυραι
τῇ
Ιερουσαλημ
τὰς
ἀνομίας
αὐτῆς
Verse: 3
καὶ
ἐρεῖς
Τάδε
λέγει
κύριος
τῇ
Ιερουσαλημ
῾Η
ῥίζα
σου
καὶ
ἡ
γένεσίς
σου
ἐκ
γῆς
Χανααν
,
ὁ
πατήρ
σου
Αμορραῖος
,
καὶ
ἡ
μήτηρ
σου
Χετταία
.
Verse: 4
καὶ
ἡ
γένεσίς
σου
·
ἐν
ᾗ
ἡμέρᾳ
ἐτέχϑης
,
οὐκ
ἔδησαν
τοὺς
μαστούς
σου
,
καὶ
ἐν
ὕδατι
οὐκ
ἐλούσϑης
οὐδὲ
ἁλὶ
ἡλίσϑης
καὶ
σπαργάνοις
οὐκ
ἐσπαργανώϑης
,
Verse: 5
οὐδὲ
ἐϕείσατο
ὁ
ὀϕϑαλμός
μου
ἐπὶ
σοὶ
τοῦ
ποιῆσαί
σοι
ἓν
ἐκ
πάντων
τούτων
τοῦ
παϑεῖν
τι
ἐπὶ
σοί
,
καὶ
ἀπερρίϕης
ἐπὶ
πρόσωπον
τοῦ
πεδίου
τῇ
σκολιότητι
τῆς
ψυχῆς
σου
ἐν
ᾗ
ἡμέρᾳ
ἐτέχϑης
.
Verse: 6
καὶ
διῆλϑον
ἐπὶ
σὲ
καὶ
εἶδόν
σε
πεϕυρμένην
ἐν
τῷ
αἵματί
σου
καὶ
εἶπά
σοι
᾽Εκ
τοῦ
αἵματός
σου
ζωή
·
Verse: 7
πληϑύνου
·
καϑὼς
ἡ
ἀνατολὴ
τοῦ
ἀγροῦ
δέδωκά
σε
.
καὶ
ἐπληϑύνϑης
καὶ
ἐμεγαλύνϑης
καὶ
εἰσῆλϑες
εἰς
πόλεις
πόλεων
·
οἱ
μαστοί
σου
ἀνωρϑώϑησαν
,
καὶ
ἡ
ϑρίξ
σου
ἀνέτειλεν
,
σὺ
δὲ
ἦσϑα
γυμνὴ
καὶ
ἀσχημονοῦσα
.
Verse: 8
καὶ
διῆλϑον
διὰ
σοῦ
καὶ
εἶδόν
σε
,
καὶ
ἰδοὺ
καιρός
σου
καιρὸς
καταλυόντων
,
καὶ
διεπέτασα
τὰς
πτέρυγάς
μου
ἐπὶ
σὲ
καὶ
ἐκάλυψα
τὴν
ἀσχημοσύνην
σου
·
καὶ
ὤμοσά
σοι
καὶ
εἰσῆλϑον
ἐν
διαϑήκῃ
μετὰ
σοῦ
,
λέγει
κύριος
,
καὶ
ἐγένου
μοι
.
Verse: 9
καὶ
ἔλουσά
σε
ἐν
ὕδατι
καὶ
ἀπέπλυνα
τὸ
αἷμά
σου
ἀπὸ
σοῦ
καὶ
ἔχρισά
σε
ἐν
ἐλαίῳ
Verse: 10
καὶ
ἐνέδυσά
σε
ποικίλα
καὶ
ὑπέδησά
σε
ὑάκινϑον
καὶ
ἔζωσά
σε
βύσσῳ
καὶ
περιέβαλόν
σε
τριχάπτῳ
Verse: 11
καὶ
ἐκόσμησά
σε
κόσμῳ
καὶ
περιέϑηκα
ψέλια
περὶ
τὰς
χεῖράς
σου
καὶ
κάϑεμα
περὶ
τὸν
τράχηλόν
σου
Verse: 12
καὶ
ἔδωκα
ἐνώτιον
περὶ
τὸν
μυκτῆρά
σου
καὶ
τροχίσκους
ἐπὶ
τὰ
ὦτά
σου
καὶ
στέϕανον
καυχήσεως
ἐπὶ
τὴν
κεϕαλήν
σου
·
Verse: 13
καὶ
ἐκοσμήϑης
χρυσίῳ
καὶ
ἀργυρίῳ
,
καὶ
τὰ
περιβόλαιά
σου
βύσσινα
καὶ
τρίχαπτα
καὶ
ποικίλα
·
σεμίδαλιν
καὶ
ἔλαιον
καὶ
μέλι
ἔϕαγες
καὶ
ἐγένου
καλὴ
σϕόδρα
.
Verse: 14
καὶ
ἐξῆλϑέν
σου
ὄνομα
ἐν
τοῖς
ἔϑνεσιν
ἐν
τῷ
κάλλει
σου
,
διότι
συντετελεσμένον
ἦν
ἐν
εὐπρεπείᾳ
ἐν
τῇ
ὡραιότητι
,
ᾗ
ἔταξα
ἐπὶ
σέ
,
λέγει
κύριος
.
Verse: 15
καὶ
ἐπεποίϑεις
ἐν
τῷ
κάλλει
σου
καὶ
ἐπόρνευσας
ἐπὶ
τῷ
ὀνόματί
σου
καὶ
ἐξέχεας
τὴν
πορνείαν
σου
ἐπὶ
πάντα
πάροδον
,
ὃ
οὐκ
ἔσται
.
Verse: 16
καὶ
ἔλαβες
ἐκ
τῶν
ἱματίων
σου
καὶ
ἐποίησας
σεαυτῇ
εἴδωλα
ῥαπτὰ
καὶ
ἐξεπόρνευσας
ἐπ
'
αὐτά
·
καὶ
οὐ
μὴ
εἰσέλϑῃς
,
οὐδὲ
μὴ
γένηται
.
Verse: 17
καὶ
ἔλαβες
τὰ
σκεύη
τῆς
καυχήσεώς
σου
ἐκ
τοῦ
χρυσίου
μου
καὶ
ἐκ
τοῦ
ἀργυρίου
μου
,
ἐξ
ὧν
ἔδωκά
σοι
,
καὶ
ἐποίησας
σεαυτῇ
εἰκόνας
ἀρσενικὰς
καὶ
ἐξεπόρνευσας
ἐν
αὐταῖς
·
Verse: 18
καὶ
ἔλαβες
τὸν
ἱματισμὸν
τὸν
ποικίλον
σου
καὶ
περιέβαλες
αὐτὰ
καὶ
τὸ
ἔλαιόν
μου
καὶ
τὸ
ϑυμίαμά
μου
ἔϑηκας
πρὸ
προσώπου
αὐτῶν
·
Verse: 19
καὶ
τοὺς
ἄρτους
μου
,
οὓς
ἔδωκά
σοι
,
σεμίδαλιν
καὶ
ἔλαιον
καὶ
μέλι
ἐψώμισά
σε
καὶ
ἔϑηκας
αὐτὰ
πρὸ
προσώπου
αὐτῶν
εἰς
ὀσμὴν
εὐωδίας
·
καὶ
ἐγένετο
,
λέγει
κύριος
.
Verse: 20
καὶ
ἔλαβες
τοὺς
υἱούς
σου
καὶ
τὰς
ϑυγατέρας
σου
,
ἃς
ἐγέννησας
,
καὶ
ἔϑυσας
αὐτὰ
αὐτοῖς
εἰς
ἀνάλωσιν
,
ὡς
μικρὰ
ἐξεπόρνευσας
,
Verse: 21
καὶ
ἔσϕαξας
τὰ
τέκνα
σου
καὶ
ἔδωκας
αὐτὰ
ἐν
τῷ
ἀποτροπιάζεσϑαί
σε
ἐν
αὐτοῖς
.
Verse: 22
τοῦτο
παρὰ
πᾶσαν
τὴν
πορνείαν
σου
,
καὶ
οὐκ
ἐμνήσϑης
τὰς
ἡμέρας
τῆς
νηπιότητός
σου
,
ὅτε
ἦσϑα
γυμνὴ
καὶ
ἀσχημονοῦσα
καὶ
πεϕυρμένη
ἐν
τῷ
αἵματί
σου
ἔζησας
.
Verse: 23
καὶ
ἐγένετο
μετὰ
πάσας
τὰς
κακίας
σου
,
λέγει
κύριος
,
Verse: 24
καὶ
ᾠκοδόμησας
σεαυτῇ
οἴκημα
πορνικὸν
καὶ
ἐποίησας
σεαυτῇ
ἔκϑεμα
ἐν
πάσῃ
πλατείᾳ
Verse: 25
καὶ
ἐπ
'
ἀρχῆς
πάσης
ὁδοῦ
ᾠκοδόμησας
τὰ
πορνεῖά
σου
καὶ
ἐλυμήνω
τὸ
κάλλος
σου
καὶ
διήγαγες
τὰ
σκέλη
σου
παντὶ
παρόδῳ
καὶ
ἐπλήϑυνας
τὴν
πορνείαν
σου
·
Verse: 26
καὶ
ἐξεπόρνευσας
ἐπὶ
τοὺς
υἱοὺς
Αἰγύπτου
τοὺς
ὁμοροῦντάς
σοι
τοὺς
μεγαλοσάρκους
καὶ
πολλαχῶς
ἐξεπόρνευσας
τοῦ
παροργίσαι
με
.
Verse: 27
ἐὰν
δὲ
ἐκτείνω
τὴν
χεῖρά
μου
ἐπὶ
σέ
,
καὶ
ἐξαρῶ
τὰ
νόμιμά
σου
καὶ
παραδώσω
σε
εἰς
ψυχὰς
μισούντων
σε
,
ϑυγατέρας
ἀλλοϕύλων
τὰς
ἐκκλινούσας
σε
ἐκ
τῆς
ὁδοῦ
σου
,
ἧς
ἠσέβησας
.
Verse: 28
καὶ
ἐξεπόρνευσας
ἐπὶ
τὰς
ϑυγατέρας
Ασσουρ
καὶ
οὐδ
'
οὕτως
ἐνεπλήσϑης
·
καὶ
ἐξεπόρνευσας
καὶ
οὐκ
ἐνεπίπλω
.
Verse: 29
καὶ
ἐπλήϑυνας
τὰς
διαϑήκας
σου
πρὸς
γῆν
Χαλδαίων
καὶ
οὐδὲ
ἐν
τούτοις
ἐνεπλήσϑης
.
Verse: 30
τί
διαϑῶ
τὴν
ϑυγατέρα
σου
,
λέγει
κύριος
,
ἐν
τῷ
ποιῆσαί
σε
ταῦτα
πάντα
,
ἔργα
γυναικὸς
πόρνης
;
καὶ
ἐξεπόρνευσας
τρισσῶς
Verse: 31
ἐν
ταῖς
ϑυγατράσιν
σου
·
τὸ
πορνεῖόν
σου
ᾠκοδόμησας
ἐπὶ
πάσης
ἀρχῆς
ὁδοῦ
καὶ
τὴν
βάσιν
σου
ἐποίησας
ἐν
πάσῃ
πλατείᾳ
καὶ
ἐγένου
ὡς
πόρνη
συνάγουσα
μισϑώματα
.
Verse: 32
ἡ
γυνὴ
ἡ
μοιχωμένη
ὁμοία
σοι
παρὰ
τοῦ
ἀνδρὸς
αὐτῆς
λαμβάνουσα
μισϑώματα
·
Verse: 33
πᾶσι
τοῖς
ἐκπορνεύσασιν
αὐτὴν
προσεδίδου
μισϑώματα
,
καὶ
σὺ
δέδωκας
μισϑώματα
πᾶσι
τοῖς
ἐρασταῖς
σου
καὶ
ἐϕόρτιζες
αὐτοὺς
τοῦ
ἔρχεσϑαι
πρὸς
σὲ
κυκλόϑεν
ἐν
τῇ
πορνείᾳ
σου
.
Verse: 34
καὶ
ἐγένετο
ἐν
σοὶ
διεστραμμένον
παρὰ
τὰς
γυναῖκας
ἐν
τῇ
πορνείᾳ
σου
,
καὶ
μετὰ
σοῦ
πεπορνεύκασιν
ἐν
τῷ
προσδιδόναι
σε
μισϑώματα
,
καὶ
σοὶ
μισϑώματα
οὐκ
ἐδόϑη
,
καὶ
ἐγένετο
ἐν
σοὶ
διεστραμμένα
.
Verse: 35
διὰ
τοῦτο
,
πόρνη
,
ἄκουε
λόγον
κυρίου
Verse: 36
Τάδε
λέγει
κύριος
᾽Ανϑ
'
ὧν
ἐξέχεας
τὸν
χαλκόν
σου
,
καὶ
ἀποκαλυϕϑήσεται
ἡ
αἰσχύνη
σου
ἐν
τῇ
πορνείᾳ
σου
πρὸς
τοὺς
ἐραστάς
σου
καὶ
εἰς
πάντα
τὰ
ἐνϑυμήματα
τῶν
ἀνομιῶν
σου
καὶ
ἐν
τοῖς
αἵμασιν
τῶν
τέκνων
σου
,
ὧν
ἔδωκας
αὐτοῖς
.
Verse: 37
διὰ
τοῦτο
ἰδοὺ
ἐγὼ
ἐπὶ
σὲ
συνάγω
πάντας
τοὺς
ἐραστάς
σου
,
ἐν
οἷς
ἐπεμίγης
ἐν
αὐτοῖς
,
καὶ
πάντας
,
οὓς
ἠγάπησας
,
σὺν
πᾶσιν
,
οἷς
ἐμίσεις
·
καὶ
συνάξω
αὐτοὺς
ἐπὶ
σὲ
κυκλόϑεν
καὶ
ἀποκαλύψω
τὰς
κακίας
σου
πρὸς
αὐτούς
,
καὶ
ὄψονται
πᾶσαν
τὴν
αἰσχύνην
σου
·
Verse: 38
καὶ
ἐκδικήσω
σε
ἐκδικήσει
μοιχαλίδος
καὶ
ἐκχεούσης
αἷμα
καὶ
ϑήσω
σε
ἐν
αἵματι
ϑυμοῦ
καὶ
ζήλου
.
Verse: 39
καὶ
παραδώσω
σε
εἰς
χεῖρας
αὐτῶν
,
καὶ
κατασκάψουσιν
τὸ
πορνεῖόν
σου
καὶ
καϑελοῦσιν
τὴν
βάσιν
σου
καὶ
ἐκδύσουσίν
σε
τὸν
ἱματισμόν
σου
καὶ
λήμψονται
τὰ
σκεύη
τῆς
καυχήσεώς
σου
καὶ
ἀϕήσουσίν
σε
γυμνὴν
καὶ
ἀσχημονοῦσαν
.
Verse: 40
καὶ
ἄξουσιν
ἐπὶ
σὲ
ὄχλους
καὶ
λιϑοβολήσουσίν
σε
ἐν
λίϑοις
καὶ
κατασϕάξουσίν
σε
ἐν
τοῖς
ξίϕεσιν
αὐτῶν
.
Verse: 41
καὶ
ἐμπρήσουσιν
τοὺς
οἴκους
σου
πυρὶ
καὶ
ποιήσουσιν
ἐν
σοὶ
ἐκδικήσεις
ἐνώπιον
γυναικῶν
πολλῶν
·
καὶ
ἀποστρέψω
σε
ἐκ
τῆς
πορνείας
σου
,
καὶ
μισϑώματα
οὐ
μὴ
δῷς
οὐκέτι
.
Verse: 42
καὶ
ἐπαϕήσω
τὸν
ϑυμόν
μου
ἐπὶ
σέ
,
καὶ
ἐξαρϑήσεται
ὁ
ζῆλός
μου
ἐκ
σοῦ
,
καὶ
ἀναπαύσομαι
καὶ
οὐ
μὴ
μεριμνήσω
οὐκέτι
.
Verse: 43
ἀνϑ
'
ὧν
οὐκ
ἐμνήσϑης
τὴν
ἡμέραν
τῆς
νηπιότητός
σου
καὶ
ἐλύπεις
με
ἐν
πᾶσι
τούτοις
,
καὶ
ἐγὼ
ἰδοὺ
τὰς
ὁδούς
σου
εἰς
κεϕαλήν
σου
δέδωκα
,
λέγει
κύριος
·
καὶ
οὕτως
ἐποίησας
τὴν
ἀσέβειαν
ἐπὶ
πάσαις
ταῖς
ἀνομίαις
σου
.
Verse: 44
ταῦτά
ἐστιν
πάντα
,
ὅσα
εἶπαν
κατὰ
σοῦ
ἐν
παραβολῇ
λέγοντες
Καϑὼς
ἡ
μήτηρ
,
καὶ
ἡ
ϑυγάτηρ
.
Verse: 45
ϑυγάτηρ
τῆς
μητρός
σου
σὺ
εἶ
ἡ
ἀπωσαμένη
τὸν
ἄνδρα
αὐτῆς
καὶ
τὰ
τέκνα
αὐτῆς
καὶ
ἀδελϕὴ
τῶν
ἀδελϕῶν
σου
τῶν
ἀπωσαμένων
τοὺς
ἄνδρας
αὐτῶν
καὶ
τὰ
τέκνα
αὐτῶν
·
ἡ
μήτηρ
ὑμῶν
Χετταία
,
καὶ
ὁ
πατὴρ
ὑμῶν
Αμορραῖος
.
Verse: 46
ἡ
ἀδελϕὴ
ὑμῶν
ἡ
πρεσβυτέρα
Σαμάρεια
,
αὐτὴ
καὶ
αἱ
ϑυγατέρες
αὐτῆς
,
ἡ
κατοικοῦσα
ἐξ
εὐωνύμων
σου
·
καὶ
ἡ
ἀδελϕή
σου
ἡ
νεωτέρα
σου
ἡ
κατοικοῦσα
ἐκ
δεξιῶν
σου
Σοδομα
καὶ
αἱ
ϑυγατέρες
αὐτῆς
.
Verse: 47
καὶ
οὐδ
'
ὧς
ἐν
ταῖς
ὁδοῖς
αὐτῶν
ἐπορεύϑης
οὐδὲ
κατὰ
τὰς
ἀνομίας
αὐτῶν
ἐποίησας
·
παρὰ
μικρὸν
καὶ
ὑπέρκεισαι
αὐτὰς
ἐν
πάσαις
ταῖς
ὁδοῖς
σου
.
Verse: 48
ζῶ
ἐγώ
,
λέγει
κύριος
,
εἰ
πεποίηκεν
Σοδομα
ἡ
ἀδελϕή
σου
,
αὐτὴ
καὶ
αἱ
ϑυγατέρες
αὐτῆς
,
ὃν
τρόπον
ἐποίησας
σὺ
καὶ
αἱ
ϑυγατέρες
σου
.
Verse: 49
πλὴν
τοῦτο
τὸ
ἀνόμημα
Σοδομων
τῆς
ἀδελϕῆς
σου
,
ὑπερηϕανία
·
ἐν
πλησμονῇ
ἄρτων
καὶ
ἐν
εὐϑηνίᾳ
οἴνου
ἐσπατάλων
αὐτὴ
καὶ
αἱ
ϑυγατέρες
αὐτῆς
·
τοῦτο
ὑπῆρχεν
αὐτῇ
καὶ
ταῖς
ϑυγατράσιν
αὐτῆς
,
καὶ
χεῖρα
πτωχοῦ
καὶ
πένητος
οὐκ
ἀντελαμβάνοντο
.
Verse: 50
καὶ
ἐμεγαλαύχουν
καὶ
ἐποίησαν
ἀνομήματα
ἐνώπιόν
μου
,
καὶ
ἐξῆρα
αὐτάς
,
καϑὼς
εἶδον
.
Verse: 51
καὶ
Σαμάρεια
κατὰ
τὰς
ἡμίσεις
τῶν
ἁμαρτιῶν
σου
οὐχ
ἥμαρτεν
·
καὶ
ἐπλήϑυνας
τὰς
ἀνομίας
σου
ὑπὲρ
αὐτὰς
καὶ
ἐδικαίωσας
τὰς
ἀδελϕάς
σου
ἐν
πάσαις
ταῖς
ἀνομίαις
σου
,
αἷς
ἐποίησας
.
Verse: 52
καὶ
σὺ
κόμισαι
βάσανόν
σου
,
ἐν
ᾗ
ἔϕϑειρας
τὰς
ἀδελϕάς
σου
ἐν
ταῖς
ἁμαρτίαις
σου
,
αἷς
ἠνόμησας
ὑπὲρ
αὐτὰς
καὶ
ἐδικαίωσας
αὐτὰς
ὑπὲρ
σεαυτήν
·
καὶ
σὺ
αἰσχύνϑητι
καὶ
λαβὲ
τὴν
ἀτιμίαν
σου
ἐν
τῷ
δικαιῶσαί
σε
τὰς
ἀδελϕάς
σου
.
Verse: 53
καὶ
ἀποστρέψω
τὰς
ἀποστροϕὰς
αὐτῶν
,
τὴν
ἀποστροϕὴν
Σοδομων
καὶ
τῶν
ϑυγατέρων
αὐτῆς
,
καὶ
ἀποστρέψω
τὴν
ἀποστροϕὴν
Σαμαρείας
καὶ
τῶν
ϑυγατέρων
αὐτῆς
,
καὶ
ἀποστρέψω
τὴν
ἀποστροϕήν
σου
ἐν
μέσῳ
αὐτῶν
,
Verse: 54
ὅπως
κομίσῃ
τὴν
βάσανόν
σου
καὶ
ἀτιμωϑήσῃ
ἐκ
πάντων
,
ὧν
ἐποίησας
ἐν
τῷ
σε
παροργίσαι
με
.
Verse: 55
καὶ
ἡ
ἀδελϕή
σου
Σοδομα
καὶ
αἱ
ϑυγατέρες
αὐτῆς
ἀποκατασταϑήσονται
καϑὼς
ἦσαν
ἀπ
'
ἀρχῆς
,
καὶ
Σαμάρεια
καὶ
αἱ
ϑυγατέρες
αὐτῆς
ἀποκατασταϑήσονται
καϑὼς
ἦσαν
ἀπ
'
ἀρχῆς
,
καὶ
σὺ
καὶ
αἱ
ϑυγατέρες
σου
ἀποκατασταϑήσεσϑε
καϑὼς
ἀπ
'
ἀρχῆς
ἦτε
.
Verse: 56
καὶ
εἰ
μὴ
ἦν
Σοδομα
ἡ
ἀδελϕή
σου
εἰς
ἀκοὴν
ἐν
τῷ
στόματί
σου
ἐν
ταῖς
ἡμέραις
ὑπερηϕανίας
σου
Verse: 57
πρὸ
τοῦ
ἀποκαλυϕϑῆναι
τὰς
κακίας
σου
,
ὃν
τρόπον
νῦν
ὄνειδος
εἶ
ϑυγατέρων
Συρίας
καὶ
πάντων
τῶν
κύκλῳ
αὐτῆς
,
ϑυγατέρων
ἀλλοϕύλων
τῶν
περιεχουσῶν
σε
κύκλῳ
;
Verse: 58
τὰς
ἀσεβείας
σου
καὶ
τὰς
ἀνομίας
σου
,
σὺ
κεκόμισαι
αὐτάς
,
λέγει
κύριος
.
Verse: 59
τάδε
λέγει
κύριος
Καὶ
ποιήσω
ἐν
σοὶ
καϑὼς
ἐποίησας
,
ὡς
ἠτίμωσας
ταῦτα
τοῦ
παραβῆναι
τὴν
διαϑήκην
μου
.
Verse: 60
καὶ
μνησϑήσομαι
ἐγὼ
τῆς
διαϑήκης
μου
τῆς
μετὰ
σοῦ
ἐν
ἡμέραις
νηπιότητός
σου
καὶ
ἀναστήσω
σοι
διαϑήκην
αἰώνιον
.
Verse: 61
καὶ
μνησϑήσῃ
τὴν
ὁδόν
σου
καὶ
ἐξατιμωϑήσῃ
ἐν
τῷ
ἀναλαβεῖν
σε
τὰς
ἀδελϕάς
σου
τὰς
πρεσβυτέρας
σου
σὺν
ταῖς
νεωτέραις
σου
,
καὶ
δώσω
αὐτάς
σοι
εἰς
οἰκοδομὴν
καὶ
οὐκ
ἐκ
διαϑήκης
σου
.
Verse: 62
καὶ
ἀναστήσω
ἐγὼ
τὴν
διαϑήκην
μου
μετὰ
σοῦ
,
καὶ
ἐπιγνώσῃ
ὅτι
ἐγὼ
κύριος
,
Verse: 63
ὅπως
μνησϑῇς
καὶ
αἰσχυνϑῇς
,
καὶ
μὴ
ᾖ
σοι
ἔτι
ἀνοῖξαι
τὸ
στόμα
σου
ἀπὸ
προσώπου
τῆς
ἀτιμίας
σου
ἐν
τῷ
ἐξιλάσκεσϑαί
μέ
σοι
κατὰ
πάντα
,
ὅσα
ἐποίησας
,
λέγει
κύριος
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.