TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1125
Previous part

Chapter: 9 
Verse: 1    Καὶ ἀνέκραγεν εἰς τὰ ὦτά μου ϕωνῇ μεγάλῃ λέγων ῎Ηγγικεν ἐκδίκησις τῆς πόλεως· καὶ ἕκαστος εἶχεν τὰ σκεύη τῆς ἐξολεϑρεύσεως ἐν χειρὶ αὐτοῦ.
Verse: 2    
καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ εἷς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπϕείρου ἐπὶ τῆς ὀσϕύος αὐτοῦ· καὶ εἰσήλϑοσαν καὶ ἔστησαν ἐχόμενοι τοῦ ϑυσιαστηρίου τοῦ χαλκοῦ.
Verse: 3    
καὶ δόξα ϑεοῦ τοῦ Ισραηλ ἀνέβη ἀπὸ τῶν χερουβιν οὖσα ἐπ' αὐτῶν εἰς τὸ αἴϑριον τοῦ οἴκου. καὶ ἐκάλεσεν τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσϕύος αὐτοῦ τὴν ζώνην,
Verse: 4    
καὶ εἶπεν πρὸς αὐτόν Δίελϑε μέσην τὴν Ιερουσαλημ καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς.
Verse: 5    
καὶ τούτοις εἶπεν ἀκούοντός μου Πορεύεσϑε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν καὶ κόπτετε καὶ μὴ ϕείδεσϑε τοῖς ὀϕϑαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε·
Verse: 6    
πρεσβύτερον καὶ νεανίσκον καὶ παρϑένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας, ἐϕ' οὕς ἐστιν τὸ σημεῖον, μὴ ἐγγίσητε· καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασϑε. καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ.
Verse: 7    
καὶ εἶπεν πρὸς αὐτούς Μιάνατε τὸν οἶκον καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι καὶ κόπτετε.
Verse: 8    
καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα καὶ εἶπα Οἴμμοι, κύριε, ἐξαλείϕεις σὺ τοὺς καταλοίπους τοῦ Ισραηλ ἐν τῷ ἐκχέαι σε τὸν ϑυμόν σου ἐπὶ Ιερουσαλημ;
Verse: 9    
καὶ εἶπεν πρός με ᾽Αδικία τοῦ οἴκου Ισραηλ καὶ Ιουδα μεμεγάλυνται σϕόδρα σϕόδρα, ὅτι ἐπλήσϑη γῆ λαῶν πολλῶν, καὶ πόλις ἐπλήσϑη ἀδικίας καὶ ἀκαϑαρσίας· ὅτι εἶπαν ᾽Εγκαταλέλοιπεν κύριος τὴν γῆν, οὐκ ἐϕορᾷ κύριος.
Verse: 10    
καὶ οὐ ϕείσεταί μου ὀϕϑαλμός, οὐδὲ μὴ ἐλεήσω· τὰς ὁδοὺς αὐτῶν εἰς κεϕαλὰς αὐτῶν δέδωκα.
Verse: 11    
καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυκὼς τὸν ποδήρη καὶ ἐζωσμένος τῇ ζώνῃ τὴν ὀσϕὺν αὐτοῦ καὶ ἀπεκρίνατο λέγων Πεποίηκα καϑὼς ἐνετείλω μοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.