TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1126
Previous part

Chapter: 10 
Verse: 1    Καὶ εἶδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεϕαλῆς τῶν χερουβιν ὡς λίϑος σαπϕείρου ὁμοίωμα ϑρόνου ἐπ' αὐτῶν.
Verse: 2    
καὶ εἶπεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν Εἴσελϑε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν χερουβιν καὶ πλῆσον τὰς δράκας σου ἀνϑράκων πυρὸς ἐκ μέσου τῶν χερουβιν καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλϑεν ἐνώπιόν μου.
Verse: 3    
καὶ τὰ χερουβιν εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσϑαι τὸν ἄνδρα, καὶ νεϕέλη ἔπλησεν τὴν αὐλὴν τὴν ἐσωτέραν.
Verse: 4    
καὶ ἀπῆρεν δόξα κυρίου ἀπὸ τῶν χερουβιν εἰς τὸ αἴϑριον τοῦ οἴκου, καὶ ἔπλησεν τὸν οἶκον νεϕέλη, καὶ αὐλὴ ἐπλήσϑη τοῦ ϕέγγους τῆς δόξης κυρίου·
Verse: 5    
καὶ ϕωνὴ τῶν πτερύγων τῶν χερουβιν ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς ϕωνὴ ϑεοῦ Σαδδαι λαλοῦντος.
Verse: 6    
καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσϑαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων Λαβὲ πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν χερουβιν, καὶ εἰσῆλϑεν καὶ ἔστη ἐχόμενος τῶν τροχῶν,
Verse: 7    
καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν χερουβιν καὶ ἔλαβεν καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβεν καὶ ἐξῆλϑεν.
Verse: 8    
καὶ εἶδον τὰ χερουβιν, ὁμοίωμα χειρῶν ἀνϑρώπων ὑποκάτωϑεν τῶν πτερύγων αὐτῶν.
Verse: 9    
καὶ εἶδον καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν χερουβιν, τροχὸς εἷς ἐχόμενος χερουβ ἑνός, καὶ ὄψις τῶν τροχῶν ὡς ὄψις λίϑου ἄνϑρακος.
Verse: 10    
καὶ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν τροχὸς ἐν μέσῳ τροχοῦ.
Verse: 11    
ἐν τῷ πορεύεσϑαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεϕον ἐν τῷ πορεύεσϑαι αὐτά, ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἀρχὴ μία, ἐπορεύοντο καὶ οὐκ ἐπέστρεϕον ἐν τῷ πορεύεσϑαι αὐτά.
Verse: 12    
καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀϕϑαλμῶν κυκλόϑεν τοῖς τέσσαρσιν τροχοῖς αὐτῶν·
Verse: 13    
τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήϑη Γελγελ ἀκούοντός μου·
Verse: 15    
καὶ ἦραν τὰ χερουβιν. τοῦτο τὸ ζῷον, εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ.
Verse: 16    
καὶ ἐν τῷ πορεύεσϑαι τὰ χερουβιν ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσϑαι ἀπὸ τῆς γῆς οὐκ ἐπέστρεϕον οἱ τροχοὶ αὐτῶν·
Verse: 17    
ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσϑαι αὐτὰ ἐμετεωρίζοντο μετ' αὐτῶν, διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν.
Verse: 18    
καὶ ἐξῆλϑεν δόξα κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβιν,
Verse: 19    
καὶ ἀνέλαβον τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσϑησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελϑεῖν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν καὶ ἔστησαν ἐπὶ τὰ πρόϑυρα τῆς πύλης οἴκου κυρίου τῆς ἀπέναντι, καὶ δόξα ϑεοῦ Ισραηλ ἦν ἐπ' αὐτῶν ὑπεράνω.
Verse: 20    
τοῦτο τὸ ζῷόν ἐστιν, εἶδον ὑποκάτω ϑεοῦ Ισραηλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ, καὶ ἔγνων ὅτι χερουβιν ἐστίν.
Verse: 21    
τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί, καὶ ὁμοίωμα χειρῶν ἀνϑρώπου ὑποκάτωϑεν τῶν πτερύγων αὐτῶν.
Verse: 22    
καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, ταῦτα τὰ πρόσωπά ἐστιν, εἶδον ὑποκάτω τῆς δόξης ϑεοῦ Ισραηλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ, καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.