TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1116
Book: Ep.Jer.
ΕΠΙΣΤΟΛΗ
ΙΕΡΕΜΙΟΥ
Chapter: _
Verse: 0
ΕΠΙΣΤΟΛΗ
ΙΕΡΕΜΙΟΥ
᾽Αντίγραϕον
ἐπιστολῆς
,
ἧς
ἀπέστειλεν
Ιερεμιας
πρὸς
τοὺς
ἀχϑησομένους
αἰχμαλώτους
εἰς
Βαβυλῶνα
ὑπὸ
τοῦ
βασιλέως
τῶν
Βαβυλωνίων
ἀναγγεῖλαι
αὐτοῖς
καϑότι
ἐπετάγη
αὐτῷ
ὑπὸ
τοῦ
ϑεοῦ
.
Verse: 1
Διὰ
τὰς
ἁμαρτίας
,
ἃς
ἡμαρτήκατε
ἐναντίον
τοῦ
ϑεοῦ
,
ἀχϑήσεσϑε
εἰς
Βαβυλῶνα
αἰχμάλωτοι
ὑπὸ
Ναβουχοδονοσορ
βασιλέως
τῶν
Βαβυλωνίων
.
Verse: 2
εἰσελϑόντες
οὖν
εἰς
Βαβυλῶνα
ἔσεσϑε
ἐκεῖ
ἔτη
πλείονα
καὶ
χρόνον
μακρὸν
ἕως
γενεῶν
ἑπτά
,
μετὰ
τοῦτο
δὲ
ἐξάξω
ὑμᾶς
ἐκεῖϑεν
μετ
'
εἰρήνης
.
Verse: 3
νυνὶ
δὲ
ὄψεσϑε
ἐν
Βαβυλῶνι
ϑεοὺς
ἀργυροῦς
καὶ
χρυσοῦς
καὶ
ξυλίνους
ἐπ
'
ὤμοις
αἰρομένους
δεικνύντας
ϕόβον
τοῖς
ἔϑνεσιν
.
Verse: 4
εὐλαβήϑητε
οὖν
μὴ
καὶ
ὑμεῖς
ἀϕομοιωϑέντες
τοῖς
ἀλλοϕύλοις
ἀϕομοιωϑῆτε
καὶ
ϕόβος
ὑμᾶς
λάβῃ
ἐπ
'
αὐτοῖς
Verse: 5
ἰδόντας
ὄχλον
ἔμπροσϑεν
καὶ
ὄπισϑεν
αὐτῶν
προσκυνοῦντας
αὐτά
,
εἴπατε
δὲ
τῇ
διανοίᾳ
Σοὶ
δεῖ
προσκυνεῖν
,
δέσποτα
.
Verse: 6
ὁ
γὰρ
ἄγγελός
μου
μεϑ
'
ὑμῶν
ἐστιν
,
αὐτός
τε
ἐκζητῶν
τὰς
ψυχὰς
ὑμῶν
.
Verse: 7
Γλῶσσα
γὰρ
αὐτῶν
ἐστιν
κατεξυσμένη
ὑπὸ
τέκτονος
,
αὐτά
τε
περίχρυσα
καὶ
περιάργυρα
,
ψευδῆ
δ
'
ἐστὶν
καὶ
οὐ
δύνανται
λαλεῖν
.
Verse: 8
καὶ
ὥσπερ
παρϑένῳ
ϕιλοκόσμῳ
λαμβάνοντες
χρυσίον
κατασκευάζουσιν
στεϕάνους
ἐπὶ
τὰς
κεϕαλὰς
τῶν
ϑεῶν
αὐτῶν
·
Verse: 9
ἔστι
δὲ
καὶ
ὅτε
ὑϕαιρούμενοι
οἱ
ἱερεῖς
ἀπὸ
τῶν
ϑεῶν
αὐτῶν
χρυσίον
καὶ
ἀργύριον
εἰς
ἑαυτοὺς
καταναλώσουσιν
,
δώσουσιν
δὲ
ἀπ
'
αὐτῶν
καὶ
ταῖς
ἐπὶ
τοῦ
τέγους
πόρναις
.
Verse: 10
κοσμοῦσί
τε
αὐτοὺς
ὡς
ἀνϑρώπους
τοῖς
ἐνδύμασιν
,
ϑεοὺς
ἀργυροῦς
καὶ
χρυσοῦς
καὶ
ξυλίνους
·
οὗτοι
δὲ
οὐ
διασῴζονται
ἀπὸ
ἰοῦ
καὶ
βρωμάτων
.
Verse: 11
περιβεβλημένων
αὐτῶν
ἱματισμὸν
πορϕυροῦν
,
ἐκμάσσονται
τὸ
πρόσωπον
αὐτῶν
διὰ
τὸν
ἐκ
τῆς
οἰκίας
κονιορτόν
,
ὅς
ἐστιν
πλείων
ἐπ
'
αὐτοῖς
.
Verse: 12
καὶ
σκῆπτρον
ἔχει
ὡς
ἄνϑρωπος
κριτὴς
χώρας
,
ὃς
τὸν
εἰς
αὐτὸν
ἁμαρτάνοντα
οὐκ
ἀνελεῖ
.
Verse: 13
ἔχει
δὲ
ἐγχειρίδιον
ἐν
δεξιᾷ
καὶ
πέλεκυν
,
ἑαυτὸν
δὲ
ἐκ
πολέμου
καὶ
λῃστῶν
οὐκ
ἐξελεῖται
.
Verse: 14
ὅϑεν
γνώριμοί
εἰσιν
οὐκ
ὄντες
ϑεοί
·
μὴ
οὖν
ϕοβηϑῆτε
αὐτούς
.
Verse: 15
῞Ωσπερ
γὰρ
σκεῦος
ἀνϑρώπου
συντριβὲν
ἀχρεῖον
γίνεται
,
τοιοῦτοι
ὑπάρχουσιν
οἱ
ϑεοὶ
αὐτῶν
,
καϑιδρυμένων
αὐτῶν
ἐν
τοῖς
οἴκοις
.
Verse: 16
οἱ
ὀϕϑαλμοὶ
αὐτῶν
πλήρεις
εἰσὶν
κονιορτοῦ
ἀπὸ
τῶν
ποδῶν
τῶν
εἰσπορευομένων
.
Verse: 17
καὶ
ὥσπερ
τινὶ
ἠδικηκότι
βασιλέα
περιπεϕραγμέναι
εἰσὶν
αἱ
αὐλαὶ
ὡς
ἐπὶ
ϑανάτῳ
ἀπηγμένῳ
,
τοὺς
οἴκους
αὐτῶν
ὀχυροῦσιν
οἱ
ἱερεῖς
ϑυρώμασίν
τε
καὶ
κλείϑροις
καὶ
μοχλοῖς
,
ὅπως
ὑπὸ
τῶν
λῃστῶν
μὴ
συληϑῶσι
.
Verse: 18
λύχνους
καίουσιν
καὶ
πλείους
ἢ
ἑαυτοῖς
,
ὧν
οὐδένα
δύνανται
ἰδεῖν
.
Verse: 19
ἔστιν
μὲν
ὥσπερ
δοκὸς
τῶν
ἐκ
τῆς
οἰκίας
,
τὰς
δὲ
καρδίας
αὐτῶν
ϕασιν
ἐκλείχεσϑαι
,
τῶν
ἀπὸ
τῆς
γῆς
ἑρπετῶν
κατεσϑόντων
αὐτούς
τε
καὶ
τὸν
ἱματισμὸν
αὐτῶν
οὐκ
αἰσϑάνονται
.
Verse: 20
μεμελανωμένοι
τὸ
πρόσωπον
αὐτῶν
ἀπὸ
τοῦ
καπνοῦ
τοῦ
ἐκ
τῆς
οἰκίας
.
Verse: 21
ἐπὶ
τὸ
σῶμα
αὐτῶν
καὶ
ἐπὶ
τὴν
κεϕαλὴν
ἐϕίπτανται
νυκτερίδες
,
χελιδόνες
καὶ
τὰ
ὄρνεα
,
ὡσαύτως
δὲ
καὶ
οἱ
αἴλουροι
.
Verse: 22
ὅϑεν
γνώσεσϑε
ὅτι
οὔκ
εἰσιν
ϑεοί
·
μὴ
οὖν
ϕοβεῖσϑε
αὐτά
.
Verse: 23
Τὸ
γὰρ
χρυσίον
,
ὃ
περίκεινται
εἰς
κάλλος
,
ἐὰν
μή
τις
ἐκμάξῃ
τὸν
ἰόν
,
οὐ
μὴ
στίλψωσιν
·
οὐδὲ
γάρ
,
ὅτε
ἐχωνεύοντο
,
ᾐσϑάνοντο
.
Verse: 24
ἐκ
πάσης
τιμῆς
ἠγορασμένα
ἐστίν
,
ἐν
οἷς
οὐκ
ἔστιν
πνεῦμα
.
Verse: 25
ἄνευ
ποδῶν
ἐπ
'
ὤμοις
ϕέρονται
ἐνδεικνύμενοι
τὴν
ἑαυτῶν
ἀτιμίαν
τοῖς
ἀνϑρώποις
,
αἰσχύνονταί
τε
καὶ
οἱ
ϑεραπεύοντες
αὐτὰ
διὰ
τό
,
μήποτε
ἐπὶ
τὴν
γῆν
πέσῃ
,
δι
'
αὐτῶν
ἀνίστασϑαι
·
Verse: 26
μήτε
ἐάν
τις
αὐτὸ
ὀρϑὸν
στήσῃ
,
δι
'
ἑαυτοῦ
κινηϑήσεται
,
μήτε
ἐὰν
κλιϑῇ
,
οὐ
μὴ
ὀρϑωϑῇ
,
ἀλλ
'
ὥσπερ
νεκροῖς
τὰ
δῶρα
αὐτοῖς
παρατίϑεται
.
Verse: 27
τὰς
δὲ
ϑυσίας
αὐτῶν
ἀποδόμενοι
οἱ
ἱερεῖς
αὐτῶν
καταχρῶνται
·
ὡσαύτως
δὲ
καὶ
αἱ
γυναῖκες
αὐτῶν
ἀπ
'
αὐτῶν
ταριχεύουσαι
οὔτε
πτωχῷ
οὔτε
ἀδυνάτῳ
μεταδιδόασιν
·
τῶν
ϑυσιῶν
αὐτῶν
ἀποκαϑημένη
καὶ
λεχὼ
ἅπτονται
.
Verse: 28
γνόντες
οὖν
ἀπὸ
τούτων
ὅτι
οὔκ
εἰσιν
ϑεοί
,
μὴ
ϕοβηϑῆτε
αὐτούς
.
Verse: 29
Πόϑεν
γὰρ
κληϑείησαν
ϑεοί
;
ὅτι
γυναῖκες
παρατιϑέασιν
ϑεοῖς
ἀργυροῖς
καὶ
χρυσοῖς
καὶ
ξυλίνοις
·
Verse: 30
καὶ
ἐν
τοῖς
οἴκοις
αὐτῶν
οἱ
ἱερεῖς
διϕρεύουσιν
ἔχοντες
τοὺς
χιτῶνας
διερρωγότας
καὶ
τὰς
κεϕαλὰς
καὶ
τοὺς
πώγωνας
ἐξυρημένους
,
ὧν
αἱ
κεϕαλαὶ
ἀκάλυπτοί
εἰσιν
,
Verse: 31
ὠρύονται
δὲ
βοῶντες
ἐναντίον
τῶν
ϑεῶν
αὐτῶν
ὥσπερ
τινὲς
ἐν
περιδείπνῳ
νεκροῦ
.
Verse: 32
ἀπὸ
τοῦ
ἱματισμοῦ
αὐτῶν
ἀϕελόμενοι
οἱ
ἱερεῖς
ἐνδύουσιν
τὰς
γυναῖκας
αὐτῶν
καὶ
τὰ
παιδία
.
Verse: 33
οὔτε
ἐὰν
κακὸν
πάϑωσιν
ὑπό
τινος
οὔτε
ἐὰν
ἀγαϑόν
,
δυνήσονται
ἀνταποδοῦναι
·
οὔτε
καταστῆσαι
βασιλέα
δύνανται
οὔτε
ἀϕελέσϑαι
.
Verse: 34
ὡσαύτως
οὔτε
πλοῦτον
οὔτε
χαλκὸν
οὐ
μὴ
δύνωνται
διδόναι
·
ἐάν
τις
αὐτοῖς
εὐχὴν
εὐξάμενος
μὴ
ἀποδῷ
,
οὐ
μὴ
ἐπιζητήσωσιν
.
Verse: 35
ἐκ
ϑανάτου
ἄνϑρωπον
οὐ
μὴ
ῥύσωνται
οὔτε
ἥττονα
ἀπὸ
ἰσχυροῦ
οὐ
μὴ
ἐξέλωνται
.
Verse: 36
ἄνϑρωπον
τυϕλὸν
εἰς
ὅρασιν
οὐ
μὴ
περιστήσωσιν
,
ἐν
ἀνάγκῃ
ἄνϑρωπον
ὄντα
οὐ
μὴ
ἐξέλωνται
.
Verse: 37
χήραν
οὐ
μὴ
ἐλεήσωσιν
οὔτε
ὀρϕανὸν
εὖ
ποιήσουσιν
.
Verse: 38
τοῖς
ἀπὸ
τοῦ
ὄρους
λίϑοις
ὡμοιωμένοι
εἰσὶν
τὰ
ξύλινα
καὶ
τὰ
περίχρυσα
καὶ
τὰ
περιάργυρα
,
οἱ
δὲ
ϑεραπεύοντες
αὐτὰ
καταισχυνϑήσονται
.
Verse: 39
πῶς
οὖν
νομιστέον
ἢ
κλητέον
αὐτοὺς
ὑπάρχειν
ϑεούς
;
Verse: 40
῎Ετι
δὲ
καὶ
αὐτῶν
τῶν
Χαλδαίων
ἀτιμαζόντων
αὐτά
,
οἵ
,
ὅταν
ἴδωσιν
ἐνεὸν
οὐ
δυνάμενον
λαλῆσαι
,
προσενεγκάμενοι
τὸν
Βῆλον
ἀξιοῦσιν
ϕωνῆσαι
,
ὡς
δυνατοῦ
ὄντος
αὐτοῦ
αἰσϑέσϑαι
,
Verse: 41
καὶ
οὐ
δύνανται
αὐτοὶ
νοήσαντες
καταλιπεῖν
αὐτά
,
αἴσϑησιν
γὰρ
οὐκ
ἔχουσιν
.
Verse: 42
αἱ
δὲ
γυναῖκες
περιϑέμεναι
σχοινία
ἐν
ταῖς
ὁδοῖς
ἐγκάϑηνται
ϑυμιῶσαι
τὰ
πίτυρα
·
Verse: 43
ὅταν
δέ
τις
αὐτῶν
ἐϕελκυσϑεῖσα
ὑπό
τινος
τῶν
παραπορευομένων
κοιμηϑῇ
,
τὴν
πλησίον
ὀνειδίζει
,
ὅτι
οὐκ
ἠξίωται
ὥσπερ
καὶ
αὐτὴ
οὔτε
τὸ
σχοινίον
αὐτῆς
διερράγη
.
Verse: 44
πάντα
τὰ
γινόμενα
αὐτοῖς
ἐστιν
ψευδῆ
·
πῶς
οὖν
νομιστέον
ἢ
κλητέον
ὥστε
ϑεοὺς
αὐτοὺς
ὑπάρχειν
;
Verse: 45
῾Υπὸ
τεκτόνων
καὶ
χρυσοχόων
κατεσκευασμένα
εἰσίν
·
οὐϑὲν
ἄλλο
μὴ
γένωνται
ἢ
ὃ
βούλονται
οἱ
τεχνῖται
αὐτὰ
γενέσϑαι
.
Verse: 46
αὐτοί
τε
οἱ
κατασκευάζοντες
αὐτὰ
οὐ
μὴ
γένωνται
πολυχρόνιοι
·
πῶς
τε
δὴ
μέλλει
τὰ
ὑπ
'
αὐτῶν
κατασκευασϑέντα
εἶναι
ϑεοί
;
Verse: 47
κατέλιπον
γὰρ
ψεύδη
καὶ
ὄνειδος
τοῖς
ἐπιγινομένοις
.
Verse: 48
ὅταν
γὰρ
ἐπέλϑῃ
ἐπ
'
αὐτὰ
πόλεμος
καὶ
κακά
,
βουλεύονται
πρὸς
ἑαυτοὺς
οἱ
ἱερεῖς
ποῦ
συναποκρυβῶσι
μετ
'
αὐτῶν
.
Verse: 49
πῶς
οὖν
οὐκ
ἔστιν
αἰσϑέσϑαι
ὅτι
οὔκ
εἰσιν
ϑεοί
,
οἳ
οὔτε
σῴζουσιν
ἑαυτοὺς
ἐκ
πολέμου
οὔτε
ἐκ
κακῶν
;
Verse: 50
ὑπάρχοντα
γὰρ
ξύλινα
καὶ
περίχρυσα
καὶ
περιάργυρα
γνωσϑήσεται
μετὰ
ταῦτα
ὅτι
ἐστὶν
ψευδῆ
·
τοῖς
ἔϑνεσι
πᾶσι
τοῖς
τε
βασιλεῦσι
ϕανερὸν
ἔσται
ὅτι
οὔκ
εἰσι
ϑεοὶ
ἀλλὰ
ἔργα
χειρῶν
ἀνϑρώπων
,
καὶ
οὐδὲν
ϑεοῦ
ἔργον
ἐν
αὐτοῖς
ἐστιν
.
Verse: 51
τίνι
οὖν
γνωστέον
ἐστὶν
ὅτι
οὔκ
εἰσιν
ϑεοί
;
Verse: 52
Βασιλέα
γὰρ
χώρας
οὐ
μὴ
ἀναστήσωσιν
οὔτε
ὑετὸν
ἀνϑρώποις
οὐ
μὴ
δῶσιν
Verse: 53
κρίσιν
τε
οὐ
μὴ
διακρίνωσιν
αὐτῶν
οὐδὲ
μὴ
ῥύσωνται
ἀδικούμενον
ἀδύνατοι
ὄντες
·
ὥσπερ
γὰρ
κορῶναι
ἀνὰ
μέσον
τοῦ
οὐρανοῦ
καὶ
τῆς
γῆς
.
Verse: 54
καὶ
γὰρ
ὅταν
ἐμπέσῃ
εἰς
οἰκίαν
ϑεῶν
ξυλίνων
ἢ
περιχρύσων
ἢ
περιαργύρων
πῦρ
,
οἱ
μὲν
ἱερεῖς
αὐτῶν
ϕεύξονται
καὶ
διασωϑήσονται
,
αὐτοὶ
δὲ
ὥσπερ
δοκοὶ
μέσοι
κατακαυϑήσονται
.
Verse: 55
βασιλεῖ
δὲ
καὶ
πολεμίοις
οὐ
μὴ
ἀντιστῶσιν
.
Verse: 56
πῶς
οὖν
ἐκδεκτέον
ἢ
νομιστέον
ὅτι
εἰσὶν
ϑεοί
;
Verse: 57
Οὔτε
ἀπὸ
κλεπτῶν
οὔτε
ἀπὸ
λῃστῶν
οὐ
μὴ
διασωϑῶσιν
ϑεοὶ
ξύλινοι
καὶ
περιάργυροι
καὶ
περίχρυσοι
,
ὧν
οἱ
ἰσχύοντες
περιελοῦνται
τὸ
χρυσίον
καὶ
τὸ
ἀργύριον
καὶ
τὸν
ἱματισμὸν
τὸν
περικείμενον
αὐτοῖς
ἀπελεύσονται
ἔχοντες
,
οὔτε
ἑαυτοῖς
οὐ
μὴ
βοηϑήσωσιν
·
Verse: 58
ὥστε
κρεῖσσον
εἶναι
βασιλέα
ἐπιδεικνύμενον
τὴν
ἑαυτοῦ
ἀνδρείαν
ἢ
σκεῦος
ἐν
οἰκίᾳ
χρήσιμον
,
ἐϕ
'
ᾧ
χρήσεται
ὁ
κεκτημένος
,
ἢ
οἱ
ψευδεῖς
ϑεοί
·
ἢ
καὶ
ϑύρα
ἐν
οἰκίᾳ
διασῴζουσα
τὰ
ἐν
αὐτῇ
ὄντα
ἢ
οἱ
ψευδεῖς
ϑεοί
,
καὶ
ξύλινος
στῦλος
ἐν
βασιλείοις
ἢ
οἱ
ψευδεῖς
ϑεοί
.
Verse: 59
ἥλιος
μὲν
γὰρ
καὶ
σελήνη
καὶ
ἄστρα
ὄντα
λαμπρὰ
καὶ
ἀποστελλόμενα
ἐπὶ
χρείας
εὐήκοά
εἰσιν
·
Verse: 60
ὡσαύτως
καὶ
ἀστραπή
,
ὅταν
ἐπιϕανῇ
,
εὔοπτός
ἐστιν
·
τὸ
δ
'
αὐτὸ
καὶ
πνεῦμα
ἐν
πάσῃ
χώρᾳ
πνεῖ
·
Verse: 61
καὶ
νεϕέλαις
ὅταν
ἐπιταγῇ
ὑπὸ
τοῦ
ϑεοῦ
ἐπιπορεύεσϑαι
ἐϕ
'
ὅλην
τὴν
οἰκουμένην
,
συντελοῦσι
τὸ
ταχϑέν
·
τό
τε
πῦρ
ἐξαποσταλὲν
ἄνωϑεν
ἐξαναλῶσαι
ὄρη
καὶ
δρυμοὺς
ποιεῖ
τὸ
συνταχϑέν
.
Verse: 62
ταῦτα
δὲ
οὔτε
ταῖς
ἰδέαις
οὔτε
ταῖς
δυνάμεσιν
αὐτῶν
ἀϕωμοιωμένα
ἐστίν
.
Verse: 63
ὅϑεν
οὔτε
νομιστέον
οὔτε
κλητέον
ὑπάρχειν
αὐτοὺς
ϑεούς
,
οὐ
δυνατῶν
ὄντων
αὐτῶν
οὔτε
κρίσιν
κρῖναι
οὔτε
εὖ
ποιεῖν
ἀνϑρώποις
.
Verse: 64
γνόντες
οὖν
ὅτι
οὔκ
εἰσιν
ϑεοί
,
μὴ
ϕοβηϑῆτε
αὐτούς
.
Verse: 65
Οὔτε
γὰρ
βασιλεῦσιν
οὐ
μὴ
καταράσωνται
οὔτε
μὴ
εὐλογήσωσι
.
Verse: 66
σημεῖά
τε
ἐν
ἔϑνεσιν
ἐν
οὐρανῷ
οὐ
μὴ
δείξωσιν
οὐδὲ
ὡς
ὁ
ἥλιος
λάμψουσιν
οὐδὲ
ϕωτίσουσιν
ὡς
σελήνη
.
Verse: 67
τὰ
ϑηρία
ἐστὶν
κρείττω
αὐτῶν
,
ἃ
δύνανται
ἐκϕυγόντα
εἰς
σκέπην
ἑαυτὰ
ὠϕελῆσαι
.
Verse: 68
κατ
'
οὐδένα
οὖν
τρόπον
ἐστὶν
ἡμῖν
ϕανερὸν
ὅτι
εἰσὶν
ϑεοί
·
διὸ
μὴ
ϕοβηϑῆτε
αὐτούς
.
Verse: 69
῞Ωσπερ
γὰρ
ἐν
σικυηράτῳ
προβασκάνιον
οὐδὲν
ϕυλάσσον
,
οὕτως
οἱ
ϑεοὶ
αὐτῶν
εἰσιν
ξύλινοι
καὶ
περίχρυσοι
καὶ
περιάργυροι
.
Verse: 70
τὸν
αὐτὸν
τρόπον
καὶ
τῇ
ἐν
κήπῳ
ῥάμνῳ
,
ἐϕ
'
ἧς
πᾶν
ὄρνεον
ἐπικάϑηται
,
ὡσαύτως
δὲ
καὶ
νεκρῷ
ἐρριμμένῳ
ἐν
σκότει
ἀϕωμοίωνται
οἱ
ϑεοὶ
αὐτῶν
ξύλινοι
καὶ
περίχρυσοι
καὶ
περιάργυροι
.
Verse: 71
ἀπό
τε
τῆς
πορϕύρας
καὶ
τῆς
μαρμάρου
τῆς
ἐπ
'
αὐτοῖς
σηπομένης
γνώσεσϑε
ὅτι
οὔκ
εἰσιν
ϑεοί
·
αὐτά
τε
ἐξ
ὑστέρου
βρωϑήσονται
,
καὶ
ἔσται
ὄνειδος
ἐν
τῇ
χώρᾳ
.
Verse: 72
κρείσσων
οὖν
ἄνϑρωπος
δίκαιος
οὐκ
ἔχων
εἴδωλα
,
ἔσται
γὰρ
μακρὰν
ἀπὸ
ὀνειδισμοῦ
. //
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.