TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1115
Previous part

Chapter: 5 
Verse: 1    Μνήσϑητι, κύριε, τι ἐγενήϑη ἡμῖν· ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶν.
Verse: 2    
κληρονομία ἡμῶν μετεστράϕη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις.
Verse: 3    
ὀρϕανοὶ ἐγενήϑημεν, οὐχ ὑπάρχει πατήρ· μητέρες ἡμῶν ὡς αἱ χῆραι.
Verse: 4    
ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλϑεν.
Verse: 5    
ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχϑημεν· ἐκοπιάσαμεν, οὐκ ἀνεπαύϑημεν.
Verse: 6    
Αἴγυπτος ἔδωκεν χεῖρα, Ασσουρ εἰς πλησμονὴν αὐτῶν.
Verse: 7    
οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν· ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν.
Verse: 8    
δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν.
Verse: 9    
ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν ἀπὸ προσώπου ῥομϕαίας τῆς ἐρήμου.
Verse: 10    
τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελειώϑη, συνεσπάσϑησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ.
Verse: 11    
γυναῖκας ἐν Σιων ἐταπείνωσαν, παρϑένους ἐν πόλεσιν Ιουδα.
Verse: 12    
ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσϑησαν, πρεσβύτεροι οὐκ ἐδοξάσϑησαν.
Verse: 13    
ἐκλεκτοὶ κλαυϑμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσϑένησαν.
Verse: 14    
καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν.
Verse: 15    
κατέλυσεν χαρὰ καρδίας ἡμῶν, ἐστράϕη εἰς πένϑος χορὸς ἡμῶν.
Verse: 16    
ἔπεσεν στέϕανος τῆς κεϕαλῆς ἡμῶν· οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν.
Verse: 17    
περὶ τούτου ἐγενήϑη ὀδυνηρὰ καρδία ἡμῶν, περὶ τούτου ἐσκότασαν οἱ ὀϕϑαλμοὶ ἡμῶν·
Verse: 18    
ἐπ' ὄρος Σιων, ὅτι ἠϕανίσϑη, ἀλώπεκες διῆλϑον ἐν αὐτῇ.
Verse: 19    
σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις, ϑρόνος σου εἰς γενεὰν καὶ γενεάν.
Verse: 20    
ἵνα τί εἰς νεῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν;
Verse: 21    
ἐπίστρεψον ἡμᾶς, κύριε, πρὸς σέ, καὶ ἐπιστραϕησόμεϑα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καϑὼς ἔμπροσϑεν.
Verse: 22    
ὅτι ἀπωϑούμενος ἀπώσω ἡμᾶς, ὠργίσϑης ἐϕ' ἡμᾶς ἕως σϕόδρα. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.