TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1114
Previous part

Chapter: 4 
Verse: 1    Πῶς ἀμαυρωϑήσεται χρυσίον, ἀλλοιωϑήσεται τὸ ἀργύριον τὸ ἀγαϑόν; ἐξεχύϑησαν λίϑοι ἅγιοι ἐπ' ἀρχῆς πασῶν ἐξόδων.
Verse: 2    
Υἱοὶ Σιων οἱ τίμιοι οἱ ἐπηρμένοι ἐν χρυσίῳ πῶς ἐλογίσϑησαν εἰς ἀγγεῖα ὀστράκινα ἔργα χειρῶν κεραμέως;
Verse: 3    
Καί γε δράκοντες ἐξέδυσαν μαστούς, ἐϑήλασαν σκύμνοι αὐτῶν· ϑυγατέρες λαοῦ μου εἰς ἀνίατον ὡς στρουϑίον ἐν ἐρήμῳ.
Verse: 4    
᾽Εκολλήϑη γλῶσσα ϑηλάζοντος πρὸς τὸν ϕάρυγγα αὐτοῦ ἐν δίψει· νήπια ᾔτησαν ἄρτον, διακλῶν οὐκ ἔστιν αὐτοῖς.
Verse: 5    
Οἱ ἔσϑοντες τὰς τρυϕὰς ἠϕανίσϑησαν ἐν ταῖς ἐξόδοις, οἱ τιϑηνούμενοι ἐπὶ κόκκων περιεβάλοντο κοπρίας.
Verse: 6    
Καὶ ἐμεγαλύνϑη ἀνομία ϑυγατρὸς λαοῦ μου ὑπὲρ ἀνομίας Σοδομων τῆς κατεστραμμένης ὥσπερ σπουδῇ, καὶ οὐκ ἐπόνεσαν ἐν αὐτῇ // χεῖρας.
Verse: 7    
᾽Εκαϑαριώϑησαν ναζιραῖοι αὐτῆς ὑπὲρ χιόνα, ἔλαμψαν ὑπὲρ γάλα, ἐπυρρώϑησαν ὑπὲρ λίϑους σαπϕείρου τὸ ἀπόσπασμα αὐτῶν.
Verse: 8    
᾽Εσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἶδος αὐτῶν, οὐκ ἐπεγνώσϑησαν ἐν // ταῖς ἐξόδοις· ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν, ἐξηράνϑησαν, ἐγενήϑησαν // ὥσπερ ξύλον.
Verse: 9    
Καλοὶ ἦσαν οἱ τραυματίαι ῥομϕαίας οἱ τραυματίαι λιμοῦ· ἐπορεύϑησαν ἐκκεκεντημένοι ἀπὸ γενημάτων ἀγρῶν.
Verse: 10    
Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία αὐτῶν, ἐγενήϑησαν εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς ϑυγατρὸς // λαοῦ μου.
Verse: 11    
Συνετέλεσεν κύριος ϑυμὸν αὐτοῦ, ἐξέχεεν ϑυμὸν ὀργῆς αὐτοῦ καὶ ἀνῆψεν πῦρ ἐν Σιων, καὶ κατέϕαγεν τὰ ϑεμέλια αὐτῆς.
Verse: 12    
Οὐκ ἐπίστευσαν βασιλεῖς γῆς, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχϑρὸς καὶ ἐκϑλίβων διὰ τῶν πυλῶν Ιερουσαλημ.
Verse: 13    
᾽Εξ ἁμαρτιῶν προϕητῶν αὐτῆς, ἀδικιῶν ἱερέων αὐτῆς τῶν ἐκχεόντων αἷμα δίκαιον ἐν μέσῳ αὐτῆς.
Verse: 14    
᾽Εσαλεύϑησαν ἐγρήγοροι αὐτῆς ἐν ταῖς ἐξόδοις, ἐμολύνϑησαν ἐν // αἵματι· ἐν τῷ μὴ δύνασϑαι αὐτοὺς ἥψαντο ἐνδυμάτων αὐτῶν.
Verse: 15    
᾽Απόστητε ἀκαϑάρτων καλέσατε αὐτούς ἀπόστητε ἀπόστητε, // μὴ ἅπτεσϑε, ὅτι ἀνήϕϑησαν καί γε ἐσαλεύϑησαν· εἴπατε ἐν τοῖς ἔϑνεσιν Οὐ μὴ // προσϑῶσιν τοῦ παροικεῖν.
Verse: 16    
Πρόσωπον κυρίου μερὶς αὐτῶν, οὐ προσϑήσει ἐπιβλέψαι αὐτοῖς· πρόσωπον ἱερέων οὐκ ἔλαβον, πρεσβύτας οὐκ ἠλέησαν.
Verse: 17    
῎Ετι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀϕϑαλμοὶ ἡμῶν εἰς τὴν βοήϑειαν // ἡμῶν μάταια· ἀποσκοπευόντων ἡμῶν ἀπεσκοπεύσαμεν εἰς ἔϑνος οὐ σῷζον.
Verse: 18    
᾽Εϑηρεύσαμεν μικροὺς ἡμῶν τοῦ μὴ πορεύεσϑαι ἐν ταῖς πλατείαις // ἡμῶν· ἤγγικεν καιρὸς ἡμῶν, ἐπληρώϑησαν αἱ ἡμέραι ἡμῶν, πάρεστιν // καιρὸς ἡμῶν.
Verse: 19    
Κοῦϕοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ, ἐπὶ τῶν ὀρέων ἐξήϕϑησαν, ἐν ἐρήμῳ ἐνήδρευσαν ἡμᾶς.
Verse: 20    
Πνεῦμα προσώπου ἡμῶν χριστὸς κυρίου συνελήμϕϑη ἐν ταῖς διαϕϑοραῖς // αὐτῶν, οὗ εἴπαμεν ᾽Εν τῇ σκιᾷ αὐτοῦ ζησόμεϑα ἐν τοῖς ἔϑνεσιν.
Verse: 21    
Χαῖρε καὶ εὐϕραίνου, ϑύγατερ Ιδουμαίας κατοικοῦσα ἐπὶ γῆς· καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον κυρίου, καὶ μεϑυσϑήσῃ καὶ // ἀποχεεῖς.
Verse: 22    
᾽Εξέλιπεν ἀνομία σου, ϑύγατερ Σιων· οὐ προσϑήσει ἔτι ἀποικίσαι // σε. ἐπεσκέψατο ἀνομίας σου, ϑύγατερ Εδωμ· ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά // σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.