TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1113
Previous part

Chapter: 3 
Verse: 1    ᾽Εγὼ ἀνὴρ βλέπων πτωχείαν ἐν ῥάβδῳ ϑυμοῦ αὐτοῦ ἐπ' ἐμέ·
Verse: 2    
παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ ϕῶς,
Verse: 3    
πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν.
Verse: 4    
᾽Επαλαίωσεν σάρκας μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν·
Verse: 5    
ἀνῳκοδόμησεν κατ' ἐμοῦ καὶ ἐκύκλωσεν κεϕαλήν μου καὶ ἐμόχϑησεν,
Verse: 6    
ἐν σκοτεινοῖς ἐκάϑισέν με ὡς νεκροὺς αἰῶνος.
Verse: 7    
᾽Ανῳκοδόμησεν κατ' ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου·
Verse: 8    
καί γε κεκράξομαι καὶ βοήσω, ἀπέϕραξεν προσευχήν μου·
Verse: 9    
ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέϕραξεν τρίβους μου, ἐτάραξεν.
Verse: 10    
῎Αρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυϕαίοις·
Verse: 11    
κατεδίωξεν ἀϕεστηκότα καὶ κατέπαυσέν με, ἔϑετό με ἠϕανισμένην·
Verse: 12    
ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος.
Verse: 13    
Εἰσήγαγεν τοῖς νεϕροῖς μου ἰοὺς ϕαρέτρας αὐτοῦ·
Verse: 14    
ἐγενήϑην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν·
Verse: 15    
ἐχόρτασέν με πικρίας, ἐμέϑυσέν με χολῆς.
Verse: 16    
Καὶ ἐξέβαλεν ψήϕῳ ὀδόντας μου, ἐψώμισέν με σποδόν·
Verse: 17    
καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου, ἐπελαϑόμην ἀγαϑὰ
Verse: 18    
καὶ εἶπα ᾽Απώλετο νεῖκός μου καὶ ἐλπίς μου ἀπὸ κυρίου.
Verse: 19    
᾽Εμνήσϑην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ // χολῆς μου·
Verse: 20    
μνησϑήσεται καὶ καταδολεσχήσει ἐπ' ἐμὲ ψυχή μου·
Verse: 21    
ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ.
Verse: 25    
᾽Αγαϑὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ ζητήσει αὐτὸν // ἀγαϑὸν
Verse: 26    
καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου.
Verse: 27    
ἀγαϑὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ.
Verse: 28    
Καϑήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἦρεν ἐϕ' ἑαυτῷ·
Verse: 30    
δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασϑήσεται ὀνειδισμῶν.
Verse: 31    
῞Οτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος·
Verse: 32    
ὅτι ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆϑος τοῦ ἐλέους αὐτοῦ·
Verse: 33    
ὅτι οὐκ ἀπεκρίϑη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός.
Verse: 34    
Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς,
Verse: 35    
τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου,
Verse: 36    
καταδικάσαι ἄνϑρωπον ἐν τῷ κρίνεσϑαι αὐτὸν κύριος οὐκ εἶπεν.
Verse: 37    
Τίς οὕτως εἶπεν, καὶ ἐγενήϑη; κύριος οὐκ ἐνετείλατο,
Verse: 38    
ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαϑόν;
Verse: 39    
τί γογγύσει ἄνϑρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ;
Verse: 40    
᾽Εξηρευνήϑη ὁδὸς ἡμῶν καὶ ἠτάσϑη, καὶ ἐπιστρέψωμεν ἕως κυρίου·
Verse: 41    
ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ
Verse: 42    
῾Ημαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσϑης.
Verse: 43    
᾽Επεσκέπασας ἐν ϑυμῷ καὶ ἀπεδίωξας ἡμᾶς· ἀπέκτεινας, οὐκ ἐϕείσω.
Verse: 44    
ἐπεσκέπασας νεϕέλην σεαυτῷ εἵνεκεν προσευχῆς,
Verse: 45    
καμμύσαι με καὶ ἀπωσϑῆναι ἔϑηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν.
Verse: 46    
Διήνοιξαν ἐϕ' ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχϑροὶ ἡμῶν·
Verse: 47    
ϕόβος καὶ ϑυμὸς ἐγενήϑη ἡμῖν, ἔπαρσις καὶ συντριβή·
Verse: 48    
ἀϕέσεις ὑδάτων κατάξει ὀϕϑαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς // ϑυγατρὸς τοῦ λαοῦ μου.
Verse: 49    
῾Ο ὀϕϑαλμός μου κατεπόϑη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν,
Verse: 50    
ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ·
Verse: 51    
ὀϕϑαλμός μου ἐπιϕυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας ϑυγατέρας // πόλεως.
Verse: 52    
Θηρεύοντες ἐϑήρευσάν με ὡς στρουϑίον οἱ ἐχϑροί μου δωρεάν,
Verse: 53    
ἐϑανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέϑηκαν λίϑον ἐπ' ἐμοί,
Verse: 54    
ὑπερεχύϑη ὕδωρ ἐπὶ κεϕαλήν μου· εἶπα ᾽Απῶσμαι.
Verse: 55    
᾽Επεκαλεσάμην τὸ ὄνομά σου, κύριε, ἐκ λάκκου κατωτάτου·
Verse: 56    
ϕωνήν μου ἤκουσας Μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου.
Verse: 57    
εἰς τὴν βοήϑειάν μου ἤγγισας ἐν σε ἡμέρᾳ ἐπεκαλεσάμην· εἶπάς // μοι Μὴ ϕοβοῦ.
Verse: 58    
᾽Εδίκασας, κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου·
Verse: 59    
εἶδες, κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου·
Verse: 60    
εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν // ἐν ἐμοί.
Verse: 61    
῎Ηκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν // κατ' ἐμοῦ,
Verse: 62    
χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ' ἐμοῦ ὅλην τὴν // ἡμέραν,
Verse: 63    
καϑέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ τοὺς ὀϕϑαλμοὺς // αὐτῶν.
Verse: 64    
᾽Αποδώσεις αὐτοῖς ἀνταπόδομα, κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν // αὐτῶν,
Verse: 65    
ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας, μόχϑον σου αὐτοῖς,
Verse: 66    
καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρανοῦ, // κύριε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.