TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1112
Previous part

Chapter: 2 
Verse: 1    Πῶς ἐγνόϕωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν ϑυγατέρα Σιων; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσϑη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ.
Verse: 2    
Κατεπόντισεν κύριος οὐ ϕεισάμενος πάντα τὰ ὡραῖα Ιακωβ, καϑεῖλεν ἐν ϑυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς ϑυγατρὸς Ιουδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας // αὐτῆς.
Verse: 3    
Συνέκλασεν ἐν ὀργῇ ϑυμοῦ αὐτοῦ πᾶν κέρας Ισραηλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχϑροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ ϕλόγα, καὶ κατέϕαγεν πάντα τὰ // κύκλῳ.
Verse: 4    
᾽Ενέτεινεν τόξον αὐτοῦ ὡς ἐχϑρός, ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς // ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιϑυμήματα ὀϕϑαλμῶν μου ἐν σκηνῇ // ϑυγατρὸς Σιων, ἐξέχεεν ὡς πῦρ τὸν ϑυμὸν αὐτοῦ.
Verse: 5    
᾽Εγενήϑη κύριος ὡς ἐχϑρός, κατεπόντισεν Ισραηλ, κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς, διέϕϑειρεν τὰ ὀχυρώματα // αὐτοῦ καὶ ἐπλήϑυνεν τῇ ϑυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην.
Verse: 6    
Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέϕϑειρεν ἑορτὴν // αὐτοῦ· ἐπελάϑετο κύριος ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ // ἄρχοντα.
Verse: 7    
᾽Απώσατο κύριος ϑυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχϑροῦ τεῖχος βάρεων αὐτῆς· ϕωνὴν ἔδωκαν ἐν οἴκῳ κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
Verse: 8    
Καὶ ἐπέστρεψεν κύριος τοῦ διαϕϑεῖραι τεῖχος ϑυγατρὸς Σιων· ἐξέτεινεν μέτρον, οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένϑησεν τὸ προτείχισμα, καὶ τεῖχος ὁμοϑυμαδὸν ἠσϑένησεν.
Verse: 9    
᾽Ενεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσεν καὶ συνέτριψεν μοχλοὺς // αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔϑνεσιν· οὐκ ἔστιν νόμος, καί γε προϕῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ // κυρίου.
Verse: 10    
᾽Εκάϑισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι ϑυγατρὸς Σιων, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεϕαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρϑένους ἐν Ιερουσαλημ.
Verse: 11    
᾽Εξέλιπον ἐν δάκρυσιν οἱ ὀϕϑαλμοί μου, ἐταράχϑη καρδία μου, ἐξεχύϑη εἰς γῆν δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς ϑυγατρὸς τοῦ // λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ ϑηλάζοντα ἐν πλατείαις πόλεως.
Verse: 12    
Ταῖς μητράσιν αὐτῶν εἶπαν Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσϑαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσϑαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν.
Verse: 13    
Τί μαρτυρήσω σοι τί ὁμοιώσω σοι, ϑύγατερ Ιερουσαλημ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρϑένος ϑύγατερ Σιων; ὅτι ἐμεγαλύνϑη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε;
Verse: 14    
Προϕῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀϕροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν // σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα.
Verse: 15    
᾽Εκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεϕαλὴν αὐτῶν ἐπὶ τὴν ϑυγατέρα Ιερουσαλημ ῏Η αὕτη πόλις, ἣν ἐροῦσιν Στέϕανος δόξης, εὐϕροσύνη πάσης // τῆς γῆς;
Verse: 16    
Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχϑροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας, εἶπαν Κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν.
Verse: 17    
᾽Εποίησεν κύριος ἐνεϑυμήϑη, συνετέλεσεν ῥήματα αὐτοῦ, ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καϑεῖλεν καὶ οὐκ ἐϕείσατο, καὶ ηὔϕρανεν ἐπὶ σὲ ἐχϑρόν, ὕψωσεν κέρας ϑλίβοντός σε.
Verse: 18    
᾽Εβόησεν καρδία αὐτῶν πρὸς κύριον Τείχη Σιων, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, ϑύγατερ, ὀϕϑαλμός σου.
Verse: 19    
᾽Ανάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς ϕυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ' ἀρχῆς πασῶν ἐξόδων.
Verse: 20    
᾽Ιδέ, κύριε, καὶ ἐπίβλεψον τίνι ἐπεϕύλλισας οὕτως· εἰ ϕάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιϕυλλίδα ἐποίησεν μάγειρος· ϕονευϑήσονται νήπια ϑηλάζοντα // μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι κυρίου ἱερέα καὶ προϕήτην;
Verse: 21    
᾽Εκοιμήϑησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης· παρϑένοι μου καὶ νεανίσκοι μου ἐπορεύϑησαν ἐν αἰχμαλωσίᾳ· ἐν ῥομϕαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, // οὐκ ἐϕείσω.
Verse: 22    
᾽Εκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόϑεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήϑυνα ἐχϑρούς μου πάντας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.