TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1111
Book: Lam.Jer.
ΘΡΗΝΟΙ
Chapter: 1
Verse: 0
Καὶ
ἐγένετο
μετὰ
τὸ
αἰχμαλωτισϑῆναι
τὸν
Ισραηλ
καὶ
Ιερουσαλημ
ἐρημωϑῆναι
ἐκάϑισεν
Ιερεμιας
κλαίων
καὶ
ἐϑρήνησεν
τὸν
ϑρῆνον
τοῦτον
ἐπὶ
Ιερουσαλημ
καὶ
εἶπεν
Verse: 1
Πῶς
ἐκάϑισεν
μόνη
ἡ
πόλις
ἡ
πεπληϑυμμένη
λαῶν
;
ἐγενήϑη
ὡς
χήρα
πεπληϑυμμένη
ἐν
ἔϑνεσιν
,
ἄρχουσα
ἐν
χώραις
ἐγενήϑη
εἰς
ϕόρον
.
Verse: 2
Κλαίουσα
ἔκλαυσεν
ἐν
νυκτί
,
καὶ
τὰ
δάκρυα
αὐτῆς
ἐπὶ
τῶν
σιαγόνων
//
αὐτῆς
,
καὶ
οὐχ
ὑπάρχει
ὁ
παρακαλῶν
αὐτὴν
ἀπὸ
πάντων
τῶν
ἀγαπώντων
//
αὐτήν
·
πάντες
οἱ
ϕιλοῦντες
αὐτὴν
ἠϑέτησαν
ἐν
αὐτῇ
,
ἐγένοντο
αὐτῇ
εἰς
//
ἐχϑρούς
.
Verse: 3
Μετῳκίσϑη
ἡ
Ιουδαία
ἀπὸ
ταπεινώσεως
αὐτῆς
καὶ
ἀπὸ
πλήϑους
//
δουλείας
αὐτῆς
·
ἐκάϑισεν
ἐν
ἔϑνεσιν
,
οὐχ
εὗρεν
ἀνάπαυσιν
·
πάντες
οἱ
καταδιώκοντες
αὐτὴν
κατέλαβον
αὐτὴν
ἀνὰ
μέσον
τῶν
//
ϑλιβόντων
.
Verse: 4
῾Οδοὶ
Σιων
πενϑοῦσιν
παρὰ
τὸ
μὴ
εἶναι
ἐρχομένους
ἐν
ἑορτῇ
·
πᾶσαι
αἱ
πύλαι
αὐτῆς
ἠϕανισμέναι
,
οἱ
ἱερεῖς
αὐτῆς
ἀναστενάζουσιν
,
αἱ
παρϑένοι
αὐτῆς
ἀγόμεναι
,
καὶ
αὐτὴ
πικραινομένη
ἐν
ἑαυτῇ
.
Verse: 5
᾽Εγένοντο
οἱ
ϑλίβοντες
αὐτὴν
εἰς
κεϕαλήν
,
καὶ
οἱ
ἐχϑροὶ
αὐτῆς
//
εὐϑηνοῦσαν
,
ὅτι
κύριος
ἐταπείνωσεν
αὐτὴν
ἐπὶ
τὸ
πλῆϑος
τῶν
ἀσεβειῶν
αὐτῆς
·
τὰ
νήπια
αὐτῆς
ἐπορεύϑησαν
ἐν
αἰχμαλωσίᾳ
κατὰ
πρόσωπον
ϑλίβοντος
.
Verse: 6
Καὶ
ἐξῆλϑεν
ἐκ
ϑυγατρὸς
Σιων
πᾶσα
ἡ
εὐπρέπεια
αὐτῆς
·
ἐγένοντο
οἱ
ἄρχοντες
αὐτῆς
ὡς
κριοὶ
οὐχ
εὑρίσκοντες
νομὴν
καὶ
ἐπορεύοντο
ἐν
οὐκ
ἰσχύι
κατὰ
πρόσωπον
διώκοντος
.
Verse: 7
᾽Εμνήσϑη
Ιερουσαλημ
ἡμερῶν
ταπεινώσεως
αὐτῆς
καὶ
ἀπωσμῶν
//
αὐτῆς
,
πάντα
τὰ
ἐπιϑυμήματα
αὐτῆς
,
ὅσα
ἦν
ἐξ
ἡμερῶν
ἀρχαίων
,
ἐν
τῷ
πεσεῖν
τὸν
λαὸν
αὐτῆς
εἰς
χεῖρας
ϑλίβοντος
καὶ
οὐκ
ἦν
ὁ
//
βοηϑῶν
αὐτῇ
,
ἰδόντες
οἱ
ἐχϑροὶ
αὐτῆς
ἐγέλασαν
ἐπὶ
μετοικεσίᾳ
αὐτῆς
.
Verse: 8
῾Αμαρτίαν
ἥμαρτεν
Ιερουσαλημ
,
διὰ
τοῦτο
εἰς
σάλον
ἐγένετο
·
πάντες
οἱ
δοξάζοντες
αὐτὴν
ἐταπείνωσαν
αὐτήν
,
εἶδον
γὰρ
τὴν
//
ἀσχημοσύνην
αὐτῆς
,
καί
γε
αὐτὴ
στενάζουσα
καὶ
ἀπεστράϕη
ὀπίσω
.
Verse: 9
᾽Ακαϑαρσία
αὐτῆς
πρὸς
ποδῶν
αὐτῆς
,
οὐκ
ἐμνήσϑη
ἔσχατα
αὐτῆς
·
καὶ
κατεβίβασεν
ὑπέρογκα
,
οὐκ
ἔστιν
ὁ
παρακαλῶν
αὐτήν
·
ἰδέ
,
κύριε
,
τὴν
ταπείνωσίν
μου
,
ὅτι
ἐμεγαλύνϑη
ἐχϑρός
.
Verse: 10
Χεῖρα
αὐτοῦ
ἐξεπέτασεν
ϑλίβων
ἐπὶ
πάντα
τὰ
ἐπιϑυμήματα
αὐτῆς
·
εἶδεν
γὰρ
ἔϑνη
εἰσελϑόντα
εἰς
τὸ
ἁγίασμα
αὐτῆς
,
ἃ
ἐνετείλω
μὴ
εἰσελϑεῖν
αὐτὰ
εἰς
ἐκκλησίαν
σου
.
Verse: 11
Πᾶς
ὁ
λαὸς
αὐτῆς
καταστενάζοντες
,
ζητοῦντες
ἄρτον
,
ἔδωκαν
τὰ
ἐπιϑυμήματα
αὐτῆς
ἐν
βρώσει
τοῦ
ἐπιστρέψαι
ψυχήν
·
ἰδέ
,
κύριε
,
καὶ
ἐπίβλεψον
,
ὅτι
ἐγενήϑην
ἠτιμωμένη
.
Verse: 12
Οὐ
πρὸς
ὑμᾶς
πάντες
οἱ
παραπορευόμενοι
ὁδόν
·
ἐπιστρέψατε
καὶ
ἴδετε
εἰ
ἔστιν
ἄλγος
κατὰ
τὸ
ἄλγος
μου
,
ὃ
ἐγενήϑη
·
ϕϑεγξάμενος
ἐν
ἐμοὶ
ἐταπείνωσέν
με
κύριος
ἐν
ἡμέρᾳ
ὀργῆς
ϑυμοῦ
//
αὐτοῦ
.
Verse: 13
᾽Εξ
ὕψους
αὐτοῦ
ἀπέστειλεν
πῦρ
,
ἐν
τοῖς
ὀστέοις
μου
κατήγαγεν
//
αὐτό
·
διεπέτασεν
δίκτυον
τοῖς
ποσίν
μου
,
ἀπέστρεψέν
με
εἰς
τὰ
ὀπίσω
,
ἔδωκέν
με
ἠϕανισμένην
,
ὅλην
τὴν
ἡμέραν
ὀδυνωμένην
.
Verse: 14
᾽Εγρηγορήϑη
ἐπὶ
τὰ
ἀσεβήματά
μου
·
ἐν
χερσίν
μου
συνεπλάκησαν
,
ἀνέβησαν
ἐπὶ
τὸν
τράχηλόν
μου
·
ἠσϑένησεν
ἡ
ἰσχύς
μου
,
ὅτι
ἔδωκεν
κύριος
ἐν
χερσίν
μου
ὀδύνας
, //
οὐ
δυνήσομαι
στῆναι
.
Verse: 15
᾽Εξῆρεν
πάντας
τοὺς
ἰσχυρούς
μου
ὁ
κύριος
ἐκ
μέσου
μου
,
ἐκάλεσεν
ἐπ
'
ἐμὲ
καιρὸν
τοῦ
συντρῖψαι
ἐκλεκτούς
μου
·
ληνὸν
ἐπάτησεν
κύριος
παρϑένῳ
ϑυγατρὶ
Ιουδα
,
ἐπὶ
τούτοις
ἐγὼ
//
κλαίω
.
Verse: 16
῾Ο
ὀϕϑαλμός
μου
κατήγαγεν
ὕδωρ
,
ὅτι
ἐμακρύνϑη
ἀπ
'
ἐμοῦ
ὁ
παρακαλῶν
με
,
ὁ
ἐπιστρέϕων
ψυχήν
//
μου
·
ἐγένοντο
οἱ
υἱοί
μου
ἠϕανισμένοι
,
ὅτι
ἐκραταιώϑη
ὁ
ἐχϑρός
.
Verse: 17
Διεπέτασεν
Σιων
χεῖρας
αὐτῆς
,
οὐκ
ἔστιν
ὁ
παρακαλῶν
αὐτήν
·
ἐνετείλατο
κύριος
τῷ
Ιακωβ
,
κύκλῳ
αὐτοῦ
οἱ
ϑλίβοντες
αὐτόν
,
ἐγενήϑη
Ιερουσαλημ
εἰς
ἀποκαϑημένην
ἀνὰ
μέσον
αὐτῶν
.
Verse: 18
Δίκαιός
ἐστιν
κύριος
,
ὅτι
τὸ
στόμα
αὐτοῦ
παρεπίκρανα
.
ἀκούσατε
δή
,
πάντες
οἱ
λαοί
,
καὶ
ἴδετε
τὸ
ἄλγος
μου
·
παρϑένοι
μου
καὶ
νεανίσκοι
μου
ἐπορεύϑησαν
ἐν
αἰχμαλωσίᾳ
.
Verse: 19
᾽Εκάλεσα
τοὺς
ἐραστάς
μου
,
αὐτοὶ
δὲ
παρελογίσαντό
με
·
οἱ
ἱερεῖς
μου
καὶ
οἱ
πρεσβύτεροί
μου
ἐν
τῇ
πόλει
ἐξέλιπον
,
ὅτι
ἐζήτησαν
βρῶσιν
αὐτοῖς
,
ἵνα
ἐπιστρέψωσιν
ψυχὰς
αὐτῶν
,
καὶ
//
οὐχ
εὗρον
.
Verse: 20
᾽Ιδέ
,
κύριε
,
ὅτι
ϑλίβομαι
·
ἡ
κοιλία
μου
ἐταράχϑη
,
καὶ
ἡ
καρδία
μου
ἐστράϕη
ἐν
ἐμοί
,
ὅτι
παραπικραίνουσα
παρεπίκρανα
·
ἔξωϑεν
ἠτέκνωσέν
με
μάχαιρα
ὥσπερ
ϑάνατος
ἐν
οἴκῳ
.
Verse: 21
᾽Ακούσατε
δὴ
ὅτι
στενάζω
ἐγώ
,
οὐκ
ἔστιν
ὁ
παρακαλῶν
με
·
πάντες
οἱ
ἐχϑροί
μου
ἤκουσαν
τὰ
κακά
μου
καὶ
ἐχάρησαν
,
ὅτι
σὺ
//
ἐποίησας
·
ἐπήγαγες
ἡμέραν
,
ἐκάλεσας
καιρόν
,
καὶ
ἐγένοντο
ὅμοιοι
ἐμοί
.
Verse: 22
Εἰσέλϑοι
πᾶσα
ἡ
κακία
αὐτῶν
κατὰ
πρόσωπόν
σου
,
καὶ
ἐπιϕύλλισον
αὐτοῖς
,
ὃν
τρόπον
ἐποίησαν
ἐπιϕυλλίδα
περὶ
πάντων
//
τῶν
ἁμαρτημάτων
μου
,
ὅτι
πολλοὶ
οἱ
στεναγμοί
μου
,
καὶ
ἡ
καρδία
μου
λυπεῖται
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.