TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1110
Previous part

Chapter: 5 
Verse: 1    ἔκδυσαι, Ιερουσαλημ, τὴν στολὴν τοῦ πένϑους καὶ τῆς κακώσεώς σου καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ ϑεοῦ δόξης εἰς τὸν αἰῶνα.
Verse: 2    
περιβαλοῦ τὴν διπλοίδα τῆς παρὰ τοῦ ϑεοῦ δικαιοσύνης, ἐπίϑου τὴν μίτραν ἐπὶ τὴν κεϕαλήν σου τῆς δόξης τοῦ αἰωνίου.
Verse: 3    
γὰρ ϑεὸς δείξει τῇ ὑπ' οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα.
Verse: 4    
κληϑήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ ϑεοῦ εἰς τὸν αἰῶνα Εἰρήνη δικαιοσύνης καὶ δόξα ϑεοσεβείας.
Verse: 5    
ἀνάστηϑι, Ιερουσαλημ, καὶ στῆϑι ἐπὶ τοῦ ὑψηλοῦ καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἰδέ σου συνηγμένα τὰ τέκνα ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντας τῇ τοῦ ϑεοῦ μνείᾳ.
Verse: 6    
ἐξῆλϑον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχϑρῶν, εἰσάγει δὲ αὐτοὺς ϑεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς ϑρόνον βασιλείας.
Verse: 7    
συνέταξεν γὰρ ϑεὸς ταπεινοῦσϑαι πᾶν ὄρος ὑψηλὸν καὶ ϑῖνας ἀενάους καὶ ϕάραγγας πληροῦσϑαι εἰς ὁμαλισμὸν τῆς γῆς, ἵνα βαδίσῃ Ισραηλ ἀσϕαλῶς τῇ τοῦ ϑεοῦ δόξῃ·
Verse: 8    
ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ισραηλ προστάγματι τοῦ ϑεοῦ·
Verse: 9    
ἡγήσεται γὰρ ϑεὸς Ισραηλ μετ' εὐϕροσύνης τῷ ϕωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρ' αὐτοῦ. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.