TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1109
Previous part

Chapter: 4 
Verse: 1    αὕτη βίβλος τῶν προσταγμάτων τοῦ ϑεοῦ καὶ νόμος ὑπάρχων εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτῆς εἰς ζωήν, οἱ δὲ καταλείποντες αὐτὴν ἀποϑανοῦνται.
Verse: 2    
ἐπιστρέϕου, Ιακωβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ ϕωτὸς αὐτῆς.
Verse: 3    
μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου καὶ τὰ συμϕέροντά σοι ἔϑνει ἀλλοτρίῳ.
Verse: 4    
μακάριοί ἐσμεν, Ισραηλ, ὅτι τὰ ἀρεστὰ τῷ ϑεῷ ἡμῖν γνωστά ἐστιν.
Verse: 5    
Θαρσεῖτε, λαός μου, μνημόσυνον Ισραηλ.
Verse: 6    
ἐπράϑητε τοῖς ἔϑνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ δὲ τὸ παροργίσαι ὑμᾶς τὸν ϑεὸν παρεδόϑητε τοῖς ὑπεναντίοις·
Verse: 7    
παρωξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς ϑύσαντες δαιμονίοις καὶ οὐ ϑεῷ.
Verse: 8    
ἐπελάϑεσϑε δὲ τὸν τροϕεύσαντα ὑμᾶς ϑεὸν αἰώνιον, ἐλυπήσατε δὲ καὶ τὴν ἐκϑρέψασαν ὑμᾶς Ιερουσαλημ·
Verse: 9    
εἶδεν γὰρ τὴν ἐπελϑοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ ϑεοῦ καὶ εἶπεν ᾽Ακούσατε, αἱ πάροικοι Σιων, ἐπήγαγέν μοι ϑεὸς πένϑος μέγα·
Verse: 10    
εἶδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν ϑυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς αἰώνιος·
Verse: 11    
ἔϑρεψα γὰρ αὐτοὺς μετ' εὐϕροσύνης, ἐξαπέστειλα δὲ μετὰ κλαυϑμοῦ καὶ πένϑους.
Verse: 12    
μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καὶ καταλειϕϑείσῃ ὑπὸ πολλῶν· ἠρημώϑην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου, διότι ἐξέκλιναν ἐκ νόμου ϑεοῦ,
Verse: 13    
δικαιώματα δὲ αὐτοῦ οὐκ ἔγνωσαν οὐδὲ ἐπορεύϑησαν ὁδοῖς ἐντολῶν ϑεοῦ οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνῃ αὐτοῦ ἐπέβησαν.
Verse: 14    
ἐλϑάτωσαν αἱ πάροικοι Σιων, καὶ μνήσϑητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ ϑυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς αἰώνιος·
Verse: 15    
ἐπήγαγεν γὰρ ἐπ' αὐτοὺς ἔϑνος μακρόϑεν, ἔϑνος ἀναιδὲς καὶ ἀλλόγλωσσον, οἳ οὐκ ᾐσχύνϑησαν πρεσβύτην οὐδὲ παιδίον ἠλέησαν
Verse: 16    
καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας καὶ ἀπὸ τῶν ϑυγατέρων τὴν μόνην ἠρήμωσαν.
Verse: 17    
ἐγὼ δὲ τί δυνατὴ βοηϑῆσαι ὑμῖν;
Verse: 18    
γὰρ ἐπαγαγὼν τὰ κακὰ ὑμῖν ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχϑρῶν ὑμῶν.
Verse: 19    
βαδίζετε, τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελείϕϑην ἔρημος·
Verse: 20    
ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεώς μου, κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου.
Verse: 21    
ϑαρσεῖτε, τέκνα, βοήσατε πρὸς τὸν ϑεόν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρὸς ἐχϑρῶν.
Verse: 22    
ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλϑέν μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἥξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν.
Verse: 23    
ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένϑους καὶ κλαυϑμοῦ, ἀποδώσει δέ μοι ϑεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐϕροσύνης εἰς τὸν αἰῶνα.
Verse: 24    
ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σιων τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ ϑεοῦ ὑμῶν σωτηρίαν, ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου.
Verse: 25    
τέκνα, μακροϑυμήσατε τὴν παρὰ τοῦ ϑεοῦ ἐπελϑοῦσαν ὑμῖν ὀργήν· κατεδίωξέν σε ἐχϑρός σου, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ.
Verse: 26    
οἱ τρυϕεροί μου ἐπορεύϑησαν ὁδοὺς τραχείας, ἤρϑησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχϑρῶν.
Verse: 27    
ϑαρσήσατε, τέκνα, καὶ βοήσατε πρὸς τὸν ϑεόν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία.
Verse: 28    
ὥσπερ γὰρ ἐγένετο διάνοια ὑμῶν εἰς τὸ πλανηϑῆναι ἀπὸ τοῦ ϑεοῦ, δεκαπλασιάσατε ἐπιστραϕέντες ζητῆσαι αὐτόν.
Verse: 29    
γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐϕροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν.
Verse: 30    
Θάρσει, Ιερουσαλημ, παρακαλέσει σε ὀνομάσας σε.
Verse: 31    
δείλαιοι οἱ σὲ κακώσαντες καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει,
Verse: 32    
δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία δεξαμένη τοὺς υἱούς σου.
Verse: 33    
ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐϕράνϑη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηϑήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ.
Verse: 34    
καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας, καὶ τὸ ἀγαυρίαμα αὐτῆς ἔσται εἰς πένϑος.
Verse: 35    
πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακράς, καὶ κατοικηϑήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον.
Verse: 36    
περίβλεψαι πρὸς ἀνατολάς, Ιερουσαλημ, καὶ ἰδὲ τὴν εὐϕροσύνην τὴν παρὰ τοῦ ϑεοῦ σοι ἐρχομένην.
Verse: 37    
ἰδοὺ ἔρχονται οἱ υἱοί σου, οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπ' ἀνατολῶν ἕως δυσμῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντες τῇ τοῦ ϑεοῦ δόξῃ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.