TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1108
Previous part

Chapter: 3 
Verse: 1    κύριε παντοκράτωρ ϑεὸς Ισραηλ, ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγεν πρὸς σέ.
Verse: 2    
ἄκουσον, κύριε, καὶ ἐλέησον, ὅτι ἡμάρτομεν ἐναντίον σου·
Verse: 3    
ὅτι σὺ καϑήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.
Verse: 4    
κύριε παντοκράτωρ ϑεὸς Ισραηλ, ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεϑνηκότων Ισραηλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου, οἳ οὐκ ἤκουσαν τῆς ϕωνῆς κυρίου ϑεοῦ αὐτῶν καὶ ἐκολλήϑη ἡμῖν τὰ κακά.
Verse: 5    
μὴ μνησϑῇς ἀδικιῶν πατέρων ἡμῶν, ἀλλὰ μνήσϑητι χειρός σου καὶ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ·
Verse: 6    
ὅτι σὺ κύριος ϑεὸς ἡμῶν, καὶ αἰνέσομέν σε, κύριε.
Verse: 7    
ὅτι διὰ τοῦτο ἔδωκας τὸν ϕόβον σου ἐπὶ καρδίαν ἡμῶν τοῦ ἐπικαλεῖσϑαι τὸ ὄνομά σου, καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν, ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν τῶν ἡμαρτηκότων ἐναντίον σου.
Verse: 8    
ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄϕλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν, οἳ ἀπέστησαν ἀπὸ κυρίου ϑεοῦ ἡμῶν.
Verse: 9    
῎Ακουε, Ισραηλ, ἐντολὰς ζωῆς, ἐνωτίσασϑε γνῶναι ϕρόνησιν.
Verse: 10    
τί ἐστιν, Ισραηλ, τί ὅτι ἐν γῇ τῶν ἐχϑρῶν εἶ, ἐπαλαιώϑης ἐν γῇ ἀλλοτρίᾳ,
Verse: 11    
συνεμιάνϑης τοῖς νεκροῖς, προσελογίσϑης μετὰ τῶν εἰς ᾅδου;
Verse: 12    
ἐγκατέλιπες τὴν πηγὴν τῆς σοϕίας.
Verse: 13    
τῇ ὁδῷ τοῦ ϑεοῦ εἰ ἐπορεύϑης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα.
Verse: 14    
μάϑε ποῦ ἐστιν ϕρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστιν σύνεσις τοῦ γνῶναι ἅμα, ποῦ ἐστιν μακροβίωσις καὶ ζωή, ποῦ ἐστιν ϕῶς ὀϕϑαλμῶν καὶ εἰρήνη.
Verse: 15    
τίς εὗρεν τὸν τόπον αὐτῆς, καὶ τίς εἰσῆλϑεν εἰς τοὺς ϑησαυροὺς αὐτῆς;
Verse: 16    
ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐϑνῶν καὶ οἱ κυριεύοντες τῶν ϑηρίων τῶν ἐπὶ τῆς γῆς,
Verse: 17    
οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες καὶ τὸ ἀργύριον ϑησαυρίζοντες καὶ τὸ χρυσίον, ἐπεποίϑεισαν ἄνϑρωποι, καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν,
Verse: 18    
οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν;
Verse: 19    
ἠϕανίσϑησαν καὶ εἰς ᾅδου κατέβησαν, καὶ ἄλλοι ἀντανέστησαν ἀντ' αὐτῶν.
Verse: 20    
νεώτεροι εἶδον ϕῶς καὶ κατῴκησαν ἐπὶ τῆς γῆς, ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν
Verse: 21    
οὐδὲ συνῆκαν τρίβους αὐτῆς οὐδὲ ἀντελάβοντο αὐτῆς· οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν πόρρω ἐγενήϑησαν.
Verse: 22    
οὐδὲ ἠκούσϑη ἐν Χανααν οὐδὲ ὤϕϑη ἐν Θαιμαν,
Verse: 23    
οὔτε υἱοὶ Αγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς, οἱ ἔμποροι τῆς Μερραν καὶ Θαιμαν οἱ μυϑολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως ὁδὸν τῆς σοϕίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσϑησαν τὰς τρίβους αὐτῆς.
Verse: 24    
Ισραηλ, ὡς μέγας οἶκος τοῦ ϑεοῦ καὶ ἐπιμήκης τόπος τῆς κτήσεως αὐτοῦ·
Verse: 25    
μέγας καὶ οὐκ ἔχει τελευτήν, ὑψηλὸς καὶ ἀμέτρητος.
Verse: 26    
ἐκεῖ ἐγεννήϑησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ οἱ ἀπ' ἀρχῆς, γενόμενοι εὐμεγέϑεις, ἐπιστάμενοι πόλεμον.
Verse: 27    
οὐ τούτους ἐξελέξατο ϑεὸς οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς·
Verse: 28    
καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν ϕρόνησιν, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν.
Verse: 29    
τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεϕελῶν;
Verse: 30    
τίς διέβη πέραν τῆς ϑαλάσσης καὶ εὗρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ;
Verse: 31    
οὐκ ἔστιν γινώσκων τὴν ὁδὸν αὐτῆς οὐδὲ ἐνϑυμούμενος τὴν τρίβον αὐτῆς·
Verse: 32    
ἀλλὰ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων·
Verse: 33    
ἀποστέλλων τὸ ϕῶς, καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ·
Verse: 34    
οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς ϕυλακαῖς αὐτῶν καὶ εὐϕράνϑησαν,
Verse: 35    
ἐκάλεσεν αὐτοὺς καὶ εἶπον Πάρεσμεν, ἔλαμψαν μετ' εὐϕροσύνης τῷ ποιήσαντι αὐτούς.
Verse: 36    
οὗτος ϑεὸς ἡμῶν, οὐ λογισϑήσεται ἕτερος πρὸς αὐτόν.
Verse: 37    
ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ιακωβ τῷ παιδὶ αὐτοῦ καὶ Ισραηλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ·
Verse: 38    
μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤϕϑη καὶ ἐν τοῖς ἀνϑρώποις συνανεστράϕη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.