TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1107
Previous part

Chapter: 2 
Verse: 1    καὶ ἔστησεν κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐϕ' ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὸν Ισραηλ καὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν καὶ ἐπὶ ἄνϑρωπον Ισραηλ καὶ Ιουδα.
Verse: 2    
οὐκ ἐποιήϑη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ καϑὰ ἐποίησεν ἐν Ιερουσαλημ κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ
Verse: 3    
τοῦ ϕαγεῖν ἡμᾶς ἄνϑρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνϑρωπον σάρκας ϑυγατρὸς αὐτοῦ.
Verse: 4    
καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν εἰς ὀνειδισμὸν καὶ εἰς ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ, οὗ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖ.
Verse: 5    
καὶ ἐγενήϑησαν ὑποκάτω καὶ οὐκ ἐπάνω, ὅτι ἡμάρτομεν κυρίῳ ϑεῷ ἡμῶν πρὸς τὸ μὴ ἀκούειν τῆς ϕωνῆς αὐτοῦ.
Verse: 6    
τῷ κυρίῳ ϑεῷ ἡμῶν δικαιοσύνη, ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν αἰσχύνη τῶν προσώπων ὡς ἡμέρα αὕτη.
Verse: 7    
ἐλάλησεν κύριος ἐϕ' ἡμᾶς, πάντα τὰ κακὰ ταῦτα ἦλϑεν ἐϕ' ἡμᾶς.
Verse: 8    
καὶ οὐκ ἐδεήϑημεν τοῦ προσώπου κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.
Verse: 9    
καὶ ἐγρηγόρησεν κύριος ἐπὶ τοῖς κακοῖς, καὶ ἐπήγαγε κύριος ἐϕ' ἡμᾶς, ὅτι δίκαιος κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, ἐνετείλατο ἡμῖν.
Verse: 10    
καὶ οὐκ ἠκούσαμεν τῆς ϕωνῆς αὐτοῦ πορεύεσϑαι τοῖς προστάγμασιν κυρίου, οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν.
Verse: 11    
καὶ νῦν, κύριε ϑεὸς Ισραηλ, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡμέρα αὕτη,
Verse: 12    
ἡμάρτομεν ἠσεβήσαμεν ἠδικήσαμεν, κύριε ϑεὸς ἡμῶν, ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου.
Verse: 13    
ἀποστραϕήτω ϑυμός σου ἀϕ' ἡμῶν, ὅτι κατελείϕϑημεν ὀλίγοι ἐν τοῖς ἔϑνεσιν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ.
Verse: 14    
εἰσάκουσον, κύριε, τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς,
Verse: 15    
ἵνα γνῷ πᾶσα γῆ ὅτι σὺ κύριος ϑεὸς ἡμῶν, ὅτι τὸ ὄνομά σου ἐπεκλήϑη ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ.
Verse: 16    
κύριε, κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς· κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἄκουσον·
Verse: 17    
ἄνοιξον, κύριε, τοὺς ὀϕϑαλμούς σου καὶ ἰδέ· ὅτι οὐχ οἱ τεϑνηκότες ἐν τῷ ᾅδῃ, ὧν ἐλήμϕϑη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν, δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ,
Verse: 18    
ἀλλὰ ψυχὴ λυπουμένη ἐπὶ τὸ μέγεϑος, βαδίζει κύπτον καὶ ἀσϑενοῦν καὶ οἱ ὀϕϑαλμοὶ οἱ ἐκλείποντες καὶ ψυχὴ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην, κύριε.
Verse: 19    
ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου, κύριε ϑεὸς ἡμῶν,
Verse: 20    
ὅτι ἐνῆκας τὸν ϑυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς, καϑάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προϕητῶν λέγων
Verse: 21    
Οὕτως εἶπεν κύριος Κλίνατε τὸν ὦμον ὑμῶν καὶ ἐργάσασϑε τῷ βασιλεῖ Βαβυλῶνος καὶ καϑίσατε ἐπὶ τὴν γῆν, ἣν ἔδωκα τοῖς πατράσιν ὑμῶν·
Verse: 22    
καὶ ἐὰν μὴ ἀκούσητε τῆς ϕωνῆς κυρίου ἐργάσασϑαι τῷ βασιλεῖ Βαβυλῶνος,
Verse: 23    
ἐκλείψειν ποιήσω ἐκ πόλεων Ιουδα καὶ ἔξωϑεν Ιερουσαλημ ϕωνὴν εὐϕροσύνης καὶ ϕωνὴν χαρμοσύνης, ϕωνὴν νυμϕίου καὶ ϕωνὴν νύμϕης, καὶ ἔσται πᾶσα γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων.
Verse: 24    
καὶ οὐκ ἠκούσαμεν τῆς ϕωνῆς σου ἐργάσασϑαι τῷ βασιλεῖ Βαβυλῶνος, καὶ ἔστησας τοὺς λόγους σου, οὓς ἐλάλησας ἐν χερσὶν τῶν παίδων σου τῶν προϕητῶν τοῦ ἐξενεχϑῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν,
Verse: 25    
καὶ ἰδού ἐστιν ἐξερριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀπεϑάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ καὶ ἐν ῥομϕαίᾳ καὶ ἐν ἀποστολῇ.
Verse: 26    
καὶ ἔϑηκας τὸν οἶκον, οὗ ἐπεκλήϑη τὸ ὄνομά σου ἐπ' αὐτῷ, ὡς ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου Ισραηλ καὶ οἴκου Ιουδα.
Verse: 27    
καὶ ἐποίησας εἰς ἡμᾶς, κύριε ϑεὸς ἡμῶν, κατὰ πᾶσαν ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν,
Verse: 28    
καϑὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ισραηλ λέγων
Verse: 29    
᾽Εὰν μὴ ἀκούσητε τῆς ϕωνῆς μου, μὴν βόμβησις μεγάλη πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔϑνεσιν, οὗ διασπερῶ αὐτοὺς ἐκεῖ·
Verse: 30    
ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν μου, ὅτι λαὸς σκληροτράχηλός ἐστιν. καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν
Verse: 31    
καὶ γνώσονται ὅτι ἐγὼ κύριος ϑεὸς αὐτῶν. καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα,
Verse: 32    
καὶ αἰνέσουσίν με ἐν γῇ ἀποικισμοῦ αὐτῶν καὶ μνησϑήσονται τοῦ ὀνόματός μου
Verse: 33    
καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν, ὅτι μνησϑήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι κυρίου.
Verse: 34    
καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ, καὶ κυριεύσουσιν αὐτῆς· καὶ πληϑυνῶ αὐτούς, καὶ οὐ μὴ σμικρυνϑῶσιν·
Verse: 35    
καὶ στήσω αὐτοῖς διαϑήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς ϑεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ισραηλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.