TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1106
Previous part

Book: Bar. 
ΒΑΡΟΥΧ


Chapter: 1 
Verse: 1    Καὶ οὗτοι οἱ λόγοι τοῦ βιβλίου, οὓς ἔγραψεν Βαρουχ υἱὸς Νηριου υἱοῦ Μαασαιου υἱοῦ Σεδεκιου υἱοῦ Ασαδιου υἱοῦ Χελκιου ἐν Βαβυλῶνι
Verse: 2    
ἐν τῷ ἔτει τῷ πέμπτῳ ἐν ἑβδόμῃ τοῦ μηνὸς ἐν τῷ καιρῷ, ἔλαβον οἱ Χαλδαῖοι τὴν Ιερουσαλημ καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί.
Verse: 3    
καὶ ἀνέγνω Βαρουχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ιεχονιου υἱοῦ Ιωακιμ βασιλέως Ιουδα καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίβλον
Verse: 4    
καὶ ἐν ὠσὶν τῶν δυνατῶν καὶ υἱῶν τῶν βασιλέων καὶ ἐν ὠσὶ τῶν πρεσβυτέρων καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ ἀπὸ μικροῦ ἕως μεγάλου, πάντων τῶν κατοικούντων ἐν Βαβυλῶνι ἐπὶ ποταμοῦ Σουδ.
Verse: 5    
καὶ ἔκλαιον καὶ ἐνήστευον καὶ ηὔχοντο ἐναντίον κυρίου
Verse: 6    
καὶ συνήγαγον ἀργύριον, καϑὰ ἑκάστου ἠδύνατο χείρ,
Verse: 7    
καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ πρὸς Ιωακιμ υἱὸν Χελκιου υἱοῦ Σαλωμ τὸν ἱερέα καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαὸν τοὺς εὑρεϑέντας μετ' αὐτοῦ ἐν Ιερουσαλημ
Verse: 8    
ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἴκου κυρίου τὰ ἐξενεχϑέντα ἐκ τοῦ ναοῦ ἀποστρέψαι εἰς γῆν Ιουδα τῇ δεκάτῃ τοῦ Σιουαν, σκεύη ἀργυρᾶ, ἐποίησεν Σεδεκιας υἱὸς Ιωσια βασιλεὺς Ιουδα
Verse: 9    
μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ιερουσαλημ καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα.
Verse: 10    
καὶ εἶπαν ᾽Ιδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον, καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον καὶ ποιήσατε μαννα καὶ ἀνοίσατε ἐπὶ τὸ ϑυσιαστήριον κυρίου ϑεοῦ ἡμῶν
Verse: 11    
καὶ προσεύξασϑε περὶ τῆς ζωῆς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ εἰς ζωὴν Βαλτασαρ υἱοῦ αὐτοῦ, ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.
Verse: 12    
καὶ δώσει κύριος ἰσχὺν ἡμῖν καὶ ϕωτίσει τοὺς ὀϕϑαλμοὺς ἡμῶν, καὶ ζησόμεϑα ὑπὸ τὴν σκιὰν Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτασαρ υἱοῦ αὐτοῦ καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν.
Verse: 13    
καὶ προσεύξασϑε περὶ ἡμῶν πρὸς κύριον τὸν ϑεὸν ἡμῶν, ὅτι ἡμάρτομεν τῷ κυρίῳ ϑεῷ ἡμῶν, καὶ οὐκ ἀπέστρεψεν ϑυμὸς κυρίου καὶ ὀργὴ αὐτοῦ ἀϕ' ἡμῶν ἕως τῆς ἡμέρας ταύτης.
Verse: 14    
καὶ ἀναγνώσεσϑε τὸ βιβλίον τοῦτο, ἀπεστείλαμεν πρὸς ὑμᾶς ἐξαγορεῦσαι ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ,
Verse: 15    
καὶ ἐρεῖτε Τῷ κυρίῳ ϑεῷ ἡμῶν δικαιοσύνη, ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡμέρα αὕτη, ἀνϑρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ
Verse: 16    
καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς ἱερεῦσιν ἡμῶν καὶ τοῖς προϕήταις ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν,
Verse: 17    
ὧν ἡμάρτομεν ἔναντι κυρίου
Verse: 18    
καὶ ἠπειϑήσαμεν αὐτῷ καὶ οὐκ ἠκούσαμεν τῆς ϕωνῆς κυρίου ϑεοῦ ἡμῶν πορεύεσϑαι τοῖς προστάγμασιν κυρίου, οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν.
Verse: 19    
ἀπὸ τῆς ἡμέρας, ἧς ἐξήγαγεν κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεϑα ἀπειϑοῦντες πρὸς κύριον ϑεὸν ἡμῶν καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς ϕωνῆς αὐτοῦ.
Verse: 20    
καὶ ἐκολλήϑη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἀρά, ἣν συνέταξεν κύριος τῷ Μωυσῇ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ, ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι ὡς ἡμέρα αὕτη.
Verse: 21    
καὶ οὐκ ἠκούσαμεν τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προϕητῶν, ὧν ἀπέστειλεν πρὸς ἡμᾶς,
Verse: 22    
καὶ ᾠχόμεϑα ἕκαστος ἐν διανοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς ἐργάζεσϑαι ϑεοῖς ἑτέροις ποιῆσαι τὰ κακὰ κατ' ὀϕϑαλμοὺς κυρίου ϑεοῦ ἡμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.