TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1105
Previous part

Chapter: 52 
Verse: 1    ῎Οντος εἰκοστοῦ καὶ ἑνὸς ἔτους Σεδεκιου ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αμιτααλ ϑυγάτηρ Ιερεμιου ἐκ Λοβενα,
Verse: 4    
καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν μηνὶ τῷ δεκάτῳ δεκάτῃ τοῦ μηνὸς ἦλϑεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα δύναμις αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ περιεχαράκωσαν αὐτὴν καὶ περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίϑοις κύκλῳ.
Verse: 5    
καὶ ἦλϑεν πόλις εἰς συνοχὴν ἕως ἑνδεκάτου ἔτους τῷ βασιλεῖ Σεδεκια·
Verse: 6    
ἐν τῇ ἐνάτῃ τοῦ μηνὸς καὶ ἐστερεώϑη λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.
Verse: 7    
καὶ διεκόπη πόλις, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξῆλϑον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς πύλης ἀνὰ μέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος, ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τῆς πόλεως κύκλῳ. καὶ ἐπορεύϑησαν ὁδὸν τὴν εἰς Αραβα,
Verse: 8    
καὶ κατεδίωξεν δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν τῷ πέραν Ιεριχω, καὶ πάντες οἱ παῖδες αὐτοῦ διεσπάρησαν ἀπ' αὐτοῦ.
Verse: 9    
καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαϑα, καὶ ἐλάλησεν αὐτῷ μετὰ κρίσεως·
Verse: 10    
καὶ ἔσϕαξεν βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδεκιου κατ' ὀϕϑαλμοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἄρχοντας Ιουδα ἔσϕαξεν ἐν Δεβλαϑα·
Verse: 11    
καὶ τοὺς ὀϕϑαλμοὺς Σεδεκιου ἐξετύϕλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν αὐτὸν βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἔδωκεν αὐτὸν εἰς οἰκίαν μύλωνος ἕως ἡμέρας ἧς ἀπέϑανεν.
Verse: 12    
Καὶ ἐν μηνὶ πέμπτῳ δεκάτῃ τοῦ μηνὸς ἦλϑεν Ναβουζαρδαν ἀρχιμάγειρος ἑστηκὼς κατὰ πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς Ιερουσαλημ.
Verse: 13    
καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάσας τὰς οἰκίας τῆς πόλεως, καὶ πᾶσαν οἰκίαν μεγάλην ἐνέπρησεν ἐν πυρί.
Verse: 14    
καὶ πᾶν τεῖχος Ιερουσαλημ κύκλῳ καϑεῖλεν δύναμις τῶν Χαλδαίων μετὰ τοῦ ἀρχιμαγείρου.
Verse: 16    
καὶ τοὺς καταλοίπους τοῦ λαοῦ κατέλιπεν ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς.
Verse: 17    
καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ κυρίου καὶ τὰς βάσεις καὶ τὴν ϑάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἔλαβον τὸν χαλκὸν αὐτῶν καὶ ἀπήνεγκαν εἰς Βαβυλῶνα.
Verse: 18    
καὶ τὴν στεϕάνην καὶ τὰς ϕιάλας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς,
Verse: 19    
καὶ τὰ σαϕϕωϑ καὶ τὰ μασμαρωϑ καὶ τοὺς ὑποχυτῆρας καὶ τὰς λυχνίας καὶ τὰς ϑυίσκας καὶ τοὺς κυάϑους, ἦν χρυσᾶ χρυσᾶ καὶ ἦν ἀργυρᾶ ἀργυρᾶ, ἔλαβεν ἀρχιμάγειρος.
Verse: 20    
καὶ οἱ στῦλοι δύο καὶ ϑάλασσα μία καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ ὑποκάτω τῆς ϑαλάσσης, ἐποίησεν βασιλεὺς Σαλωμων εἰς οἶκον κυρίου· οὐκ ἦν σταϑμὸς τοῦ χαλκοῦ αὐτῶν.
Verse: 21    
καὶ οἱ στῦλοι, τριάκοντα πέντε πηχῶν ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ σπαρτίον δώδεκα πήχεων περιεκύκλου αὐτόν, καὶ τὸ πάχος αὐτοῦ δακτύλων τεσσάρων κύκλῳ,
Verse: 22    
καὶ γεῖσος ἐπ' αὐτοῖς χαλκοῦν, καὶ πέντε πήχεων τὸ μῆκος ὑπεροχὴ τοῦ γείσους τοῦ ἑνός, καὶ δίκτυον καὶ ῥόαι ἐπὶ τοῦ γείσους κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ, ὀκτὼ ῥόαι τῷ πήχει τοῖς δώδεκα πήχεσιν.
Verse: 23    
καὶ ἦσαν αἱ ῥόαι ἐνενήκοντα ἓξ τὸ ἓν μέρος, καὶ ἦσαν αἱ πᾶσαι ῥόαι ἐπὶ τοῦ δικτύου κύκλῳ ἑκατόν.
Verse: 24    
καὶ ἔλαβεν ἀρχιμάγειρος τὸν ἱερέα τὸν πρῶτον καὶ τὸν ἱερέα τὸν δευτερεύοντα καὶ τοὺς τρεῖς τοὺς ϕυλάττοντας τὴν ὁδὸν
Verse: 25    
καὶ εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ ἑπτὰ ἄνδρας ὀνομαστοὺς τοὺς ἐν προσώπῳ τοῦ βασιλέως τοὺς εὑρεϑέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τῶν δυνάμεων τὸν γραμματεύοντα τῷ λαῷ τῆς γῆς καὶ ἑξήκοντα ἀνϑρώπους ἐκ τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεϑέντας ἐν μέσῳ τῆς πόλεως·
Verse: 26    
καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδαν ἀρχιμάγειρος καὶ ἤγαγεν αὐτοὺς πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαϑα,
Verse: 27    
καὶ ἐπάταξεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν Δεβλαϑα ἐν γῇ Αιμαϑ.
Verse: 31    
Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει ἀποικισϑέντος τοῦ Ιωακιμ βασιλέως Ιουδα ἐν τῷ δωδεκάτῳ μηνὶ ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς ἔλαβεν Ουλαιμαραδαχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ, ἐβασίλευσεν, τὴν κεϕαλὴν Ιωακιμ βασιλέως Ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας, ἧς ἐϕυλάττετο·
Verse: 32    
καὶ ἐλάλησεν αὐτῷ χρηστὰ καὶ ἔδωκεν τὸν ϑρόνον αὐτοῦ ἐπάνω τῶν ϑρόνων τῶν βασιλέων τῶν μετ' αὐτοῦ ἐν Βαβυλῶνι·
Verse: 33    
καὶ ἤλλαξεν τὴν στολὴν τῆς ϕυλακῆς αὐτοῦ καὶ ἤσϑιεν ἄρτον διὰ παντὸς κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἔζησεν·
Verse: 34    
καὶ σύνταξις αὐτῷ ἐδίδοτο διὰ παντὸς παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐξ ἡμέρας εἰς ἡμέραν ἕως ἡμέρας, ἧς ἀπέϑανεν. //





Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.