TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1099
Previous part

Chapter: 46 
Verse: 1    Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ Σεδεκια βασιλέως Ιουδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα δύναμις αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ ἐπολιόρκουν αὐτήν.
Verse: 2    
καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκια ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη πόλις.
Verse: 3    
καὶ εἰσῆλϑον πάντες οἱ ἡγεμόνες βασιλέως Βαβυλῶνος καὶ ἐκάϑισαν ἐν πύλῃ τῇ μέσῃ, Ναργαλασαρ καὶ Σαμαγωϑ καὶ Ναβουσαχαρ καὶ Ναβουσαρις καὶ Ναγαργασνασερ Ραβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος·
Verse: 14    
καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Ιερεμιαν ἐξ αὐλῆς τῆς ϕυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαϕαν· καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάϑισεν ἐν μέσῳ τοῦ λαοῦ.
Verse: 15    
Καὶ πρὸς Ιερεμιαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς λέγων
Verse: 16    
Πορεύου καὶ εἰπὸν πρὸς Αβδεμελεχ τὸν Αἰϑίοπα Οὕτως εἶπεν κύριος ϑεὸς Ισραηλ ᾽Ιδοὺ ἐγὼ ϕέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαϑά·
Verse: 17    
καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνϑρώπων, ὧν σὺ ϕοβῇ ἀπὸ προσώπου αὐτῶν.
Verse: 18    
ὅτι σῴζων σώσω σε, καὶ ἐν ῥομϕαίᾳ οὐ μὴ πέσῃς· καὶ ἔσται ψυχή σου εἰς εὕρεμα, ὅτι ἐπεποίϑεις ἐπ' ἐμοί, ϕησὶν κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.