TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1100
Previous part

Chapter: 47 
Verse: 1    ῾Ο λόγος γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὕστερον μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδαν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμαν ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις ἐν μέσῳ ἀποικίας Ιουδα τῶν ἠγμένων εἰς Βαβυλῶνα.
Verse: 2    
Καὶ ἔλαβεν αὐτὸν ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ Κύριος ϑεός σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον,
Verse: 3    
καὶ ἐποίησεν κύριος, ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς ϕωνῆς.
Verse: 4    
ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλϑεῖν μετ' ἐμοῦ εἰς Βαβυλῶνα, ἧκε, καὶ ϑήσω τοὺς ὀϕϑαλμούς μου ἐπὶ σέ·
Verse: 5    
εἰ δὲ μή, ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαϕαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ιουδα, καὶ οἴκησον μετ' αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ιουδα· εἰς ἅπαντα τὰ ἀγαϑὰ ἐν ὀϕϑαλμοῖς σου τοῦ πορευϑῆναι πορεύου. καὶ ἔδωκεν αὐτῷ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν.
Verse: 6    
καὶ ἦλϑεν πρὸς Γοδολιαν εἰς Μασσηϕα καὶ ἐκάϑισεν ἐν μέσῳ τοῦ λαοῦ τοῦ καταλειϕϑέντος ἐν τῇ γῇ.
Verse: 7    
Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολιαν ἐν τῇ γῇ καὶ παρεκατέϑετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν, οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα.
Verse: 8    
καὶ ἦλϑεν πρὸς Γοδολιαν εἰς Μασσηϕα Ισμαηλ υἱὸς Ναϑανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θαναεμεϑ καὶ υἱοὶ Ωϕε τοῦ Νετωϕατι καὶ Ιεζονιας υἱὸς τοῦ Μοχατι, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.
Verse: 9    
καὶ ὤμοσεν αὐτοῖς Γοδολιας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων Μὴ ϕοβηϑῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασϑε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν·
Verse: 10    
καὶ ἰδοὺ ἐγὼ κάϑημαι ἐναντίον ὑμῶν εἰς Μασσηϕα στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων, οἳ ἂν ἔλϑωσιν ἐϕ' ὑμᾶς, καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ συναγάγετε ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν, αἷς κατεκρατήσατε.
Verse: 11    
καὶ πάντες οἱ Ιουδαῖοι οἱ ἐν γῇ Μωαβ καὶ ἐν υἱοῖς Αμμων καὶ οἱ ἐν τῇ Ιδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ Ιουδα καὶ ὅτι κατέστησεν ἐπ' αὐτοὺς τὸν Γοδολιαν υἱὸν Αχικαμ,
Verse: 12    
καὶ ἦλϑον πρὸς Γοδολιαν εἰς γῆν Ιουδα εἰς Μασσηϕα καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σϕόδρα καὶ ἔλαιον.
Verse: 13    
Καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλϑον πρὸς Γοδολιαν εἰς Μασσηϕα
Verse: 14    
καὶ εἶπαν αὐτῷ Εἰ γνώσει γινώσκεις ὅτι Βελισα βασιλεὺς υἱῶν Αμμων ἀπέστειλεν πρὸς σὲ τὸν Ισμαηλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολιας.
Verse: 15    
καὶ Ιωαναν εἶπεν τῷ Γοδολια κρυϕαίως ἐν Μασσηϕα Πορεύσομαι δὴ καὶ πατάξω τὸν Ισμαηλ καὶ μηϑεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ιουδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ιουδα.
Verse: 16    
καὶ εἶπεν Γοδολιας πρὸς Ιωαναν Μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις περὶ Ισμαηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.