TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1098
Previous part

Chapter: 45 
Verse: 1    Καὶ ἤκουσεν Σαϕατιας υἱὸς Μαϑαν καὶ Γοδολιας υἱὸς Πασχωρ καὶ Ιωαχαλ υἱὸς Σελεμιου τοὺς λόγους, οὓς ἐλάλει Ιερεμιας ἐπὶ τὸν λαὸν λέγων
Verse: 2    
Οὕτως εἶπεν κύριος ῾Ο κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποϑανεῖται ἐν ῥομϕαίᾳ καὶ ἐν λιμῷ, καὶ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ψυχὴ αὐτοῦ εἰς εὕρεμα, καὶ ζήσεται·
Verse: 3    
ὅτι οὕτως εἶπεν κύριος Παραδιδομένη παραδοϑήσεται πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτήν.
Verse: 4    
καὶ εἶπαν τῷ βασιλεῖ ᾽Αναιρεϑήτω δὴ ἄνϑρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνϑρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους, ὅτι ἄνϑρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλ' πονηρά.
Verse: 5    
καὶ εἶπεν βασιλεύς ᾽Ιδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο βασιλεὺς πρὸς αὐτούς.
Verse: 6    
καὶ ἔρριψαν αὐτὸν εἰς τὸν λάκκον Μελχιου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ' βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ.
Verse: 7    
Καὶ ἤκουσεν Αβδεμελεχ Αἰϑίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν Ιερεμιαν εἰς τὸν λάκκον· καὶ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμιν·
Verse: 8    
καὶ ἐξῆλϑεν πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἶπεν
Verse: 9    
᾽Επονηρεύσω ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνϑρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει.
Verse: 10    
καὶ ἐνετείλατο βασιλεὺς τῷ Αβδεμελεχ λέγων Λαβὲ εἰς τὰς χεῖράς σου ἐντεῦϑεν τριάκοντα ἀνϑρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποϑάνῃ.
Verse: 11    
καὶ ἔλαβεν Αβδεμελεχ τοὺς ἀνϑρώπους καὶ εἰσῆλϑεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκεῖϑεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς Ιερεμιαν εἰς τὸν λάκκον
Verse: 12    
καὶ εἶπεν Ταῦτα ϑὲς ὑποκάτω τῶν σχοινίων· καὶ ἐποίησεν Ιερεμιας οὕτως.
Verse: 13    
καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάϑισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς.
Verse: 14    
Καὶ ἀπέστειλεν βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ασελισι τὴν ἐν οἴκῳ κυρίου· καὶ εἶπεν αὐτῷ βασιλεύς ᾽Ερωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπ' ἐμοῦ ῥῆμα.
Verse: 15    
καὶ εἶπεν Ιερεμιας τῷ βασιλεῖ ᾽Εὰν ἀναγγείλω σοι, οὐχὶ ϑανάτῳ με ϑανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου.
Verse: 16    
καὶ ὤμοσεν αὐτῷ βασιλεὺς λέγων Ζῇ κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνϑρώπων τούτων.
Verse: 17    
καὶ εἶπεν αὐτῷ Ιερεμιας Οὕτως εἶπεν κύριος ᾽Εὰν ἐξελϑὼν ἐξέλϑῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, καὶ ζήσεται ψυχή σου, καὶ πόλις αὕτη οὐ μὴ κατακαυϑῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ οἰκία σου·
Verse: 18    
καὶ ἐὰν μὴ ἐξέλϑῃς, δοϑήσεται πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωϑῇς.
Verse: 19    
καὶ εἶπεν βασιλεὺς τῷ Ιερεμια ᾽Εγὼ λόγον ἔχω τῶν Ιουδαίων τῶν πεϕευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου.
Verse: 20    
καὶ εἶπεν Ιερεμιας Οὐ μὴ παραδῶσίν σε· ἄκουσον τὸν λόγον κυρίου, ὃν ἐγὼ λέγω πρὸς σέ, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ψυχή σου.
Verse: 21    
καὶ εἰ μὴ ϑέλεις σὺ ἐξελϑεῖν, οὗτος λόγος, ὃν ἔδειξέν μοι κύριος
Verse: 22    
Καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειϕϑεῖσαι ἐν οἰκίᾳ βασιλέως Ιουδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον ᾽Ηπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισϑήμασιν πόδας σου, ἀπέστρεψαν ἀπὸ σοῦ.
Verse: 23    
καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωϑῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημϕϑήσῃ, καὶ πόλις αὕτη κατακαυϑήσεται.
Verse: 24    
καὶ εἶπεν αὐτῷ βασιλεύς ῎Ανϑρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποϑάνῃς.
Verse: 25    
καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι καὶ ἔλϑωσιν πρὸς σὲ καὶ εἴπωσίν σοι ᾽Ανάγγειλον ἡμῖν τί ἐλάλησέν σοι βασιλεύς· μὴ κρύψῃς ἀϕ' ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε· καὶ τί ἐλάλησεν πρὸς σὲ βασιλεύς;
Verse: 26    
καὶ ἐρεῖς αὐτοῖς ῾Ρίπτω ἐγὼ τὸ ἔλεός μου κατ' ὀϕϑαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ιωναϑαν ἀποϑανεῖν ἐκεῖ.
Verse: 27    
καὶ ἤλϑοσαν πάντες οἱ ἄρχοντες πρὸς Ιερεμιαν καὶ ἠρώτησαν αὐτόν, καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους, οὓς ἐνετείλατο αὐτῷ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσϑη λόγος κυρίου.
Verse: 28    
καὶ ἐκάϑισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς ἕως χρόνου οὗ συνελήμϕϑη Ιερουσαλημ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.