TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1082
Previous part

Chapter: 29 
Verse: 1    ᾽Επὶ τοὺς ἀλλοϕύλους.
Verse: 2    
Τάδε λέγει κύριος ᾽Ιδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ ἄνϑρωποι, καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικοῦντες τὴν γῆν.
Verse: 3    
ἀπὸ ϕωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπέστρεψαν πατέρες ἐϕ' υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν
Verse: 4    
ἐν τῇ ἡμέρᾳ τῇ ἐρχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοϕύλους· καὶ ἀϕανιῶ τὴν Τύρον καὶ τὴν Σιδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηϑείας αὐτῶν, ὅτι ἐξολεϑρεύσει κύριος τοὺς καταλοίπους τῶν νήσων.
Verse: 5    
ἥκει ϕαλάκρωμα ἐπὶ Γάζαν, ἀπερρίϕη ᾽Ασκαλὼν καὶ οἱ κατάλοιποι Ενακιμ. ἕως τίνος κόψεις,
Verse: 6    
μάχαιρα τοῦ κυρίου; ἕως τίνος οὐχ ἡσυχάσεις; ἀποκατάστηϑι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι καὶ ἐπάρϑητι.
Verse: 7    
πῶς ἡσυχάσει; καὶ κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν ᾽Ασκαλῶνα καὶ ἐπὶ τὰς παραϑαλασσίους, ἐπὶ τὰς καταλοίπους, ἐπεγερϑῆναι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.