TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1083
Chapter: 30
Verse: 1
Τῇ
Ιδουμαίᾳ
.
Τάδε
λέγει
κύριος
Οὐκ
ἔστιν
ἔτι
σοϕία
ἐν
Θαιμαν
,
ἀπώλετο
βουλὴ
ἐκ
συνετῶν
,
ὤχετο
σοϕία
αὐτῶν
,
Verse: 2
ἠπατήϑη
ὁ
τόπος
αὐτῶν
.
βαϑύνατε
εἰς
κάϑισιν
,
οἱ
κατοικοῦντες
ἐν
Δαιδαν
,
ὅτι
δύσκολα
ἐποίησεν
·
ἤγαγον
ἐπ
'
αὐτὸν
ἐν
χρόνῳ
,
ᾧ
ἐπεσκεψάμην
ἐπ
'
αὐτόν
.
Verse: 3
ὅτι
τρυγηταὶ
ἦλϑόν
σοι
,
οὐ
καταλείψουσίν
σοι
καταλείμματα
·
ὡς
κλέπται
ἐν
νυκτὶ
ἐπιϑήσουσιν
χεῖρα
αὐτῶν
.
Verse: 4
ὅτι
ἐγὼ
κατέσυρα
τὸν
Ησαυ
,
ἀνεκάλυψα
τὰ
κρυπτὰ
αὐτῶν
,
κρυβῆναι
οὐ
μὴ
δύνωνται
·
ὤλοντο
διὰ
χεῖρα
ἀδελϕοῦ
αὐτοῦ
καὶ
γείτονος
αὐτοῦ
,
καὶ
οὐκ
ἔστιν
Verse: 5
ὑπολείπεσϑαι
ὀρϕανόν
σου
,
ἵνα
ζήσηται
·
καὶ
ἐγὼ
ζήσομαι
,
καὶ
χῆραι
ἐπ
'
ἐμὲ
πεποίϑασιν
.
Verse: 6
ὅτι
τάδε
εἶπεν
κύριος
Οἷς
οὐκ
ἦν
νόμος
πιεῖν
τὸ
ποτήριον
,
ἔπιον
·
καὶ
σὺ
ἀϑῳωμένη
οὐ
μὴ
ἀϑῳωϑῇς
,
ὅτι
πίνων
πίεσαι
·
Verse: 7
ὅτι
κατ
'
ἐμαυτοῦ
ὤμοσα
,
λέγει
κύριος
,
ὅτι
εἰς
ἄβατον
καὶ
εἰς
ὀνειδισμὸν
καὶ
εἰς
κατάρασιν
ἔσῃ
ἐν
μέσῳ
αὐτῆς
,
καὶ
πᾶσαι
αἱ
πόλεις
αὐτῆς
ἔσονται
ἔρημοι
εἰς
αἰῶνα
.
Verse: 8
ἀκοὴν
ἤκουσα
παρὰ
κυρίου
,
καὶ
ἀγγέλους
εἰς
ἔϑνη
ἀπέστειλεν
Συνάχϑητε
καὶ
παραγένεσϑε
εἰς
αὐτήν
,
ἀνάστητε
εἰς
πόλεμον
.
Verse: 9
μικρὸν
ἔδωκά
σε
ἐν
ἔϑνεσιν
,
εὐκαταϕρόνητον
ἐν
ἀνϑρώποις
.
Verse: 10
ἡ
παιγνία
σου
ἐνεχείρησέν
σοι
,
ἰταμία
καρδίας
σου
κατέλυσεν
τρυμαλιὰς
πετρῶν
,
συνέλαβεν
ἰσχὺν
βουνοῦ
ὑψηλοῦ
·
ὅτι
ὕψωσεν
ὥσπερ
ἀετὸς
νοσσιὰν
αὐτοῦ
,
ἐκεῖϑεν
καϑελῶ
σε
.
Verse: 11
καὶ
ἔσται
ἡ
Ιδουμαία
εἰς
ἄβατον
,
πᾶς
ὁ
παραπορευόμενος
ἐπ
'
αὐτὴν
συριεῖ
.
Verse: 12
ὥσπερ
κατεστράϕη
Σοδομα
καὶ
Γομορρα
καὶ
αἱ
πάροικοι
αὐτῆς
,
εἶπεν
κύριος
παντοκράτωρ
,
οὐ
μὴ
καϑίσῃ
ἐκεῖ
ἄνϑρωπος
,
καὶ
οὐ
μὴ
ἐνοικήσῃ
ἐκεῖ
υἱὸς
ἀνϑρώπου
.
Verse: 13
ἰδοὺ
ὥσπερ
λέων
ἀναβήσεται
ἐκ
μέσου
τοῦ
Ιορδάνου
εἰς
τόπον
Αιϑαμ
,
ὅτι
ταχὺ
ἐκδιώξω
αὐτοὺς
ἀπ
'
αὐτῆς
·
καὶ
τοὺς
νεανίσκους
ἐπ
'
αὐτὴν
ἐπιστήσατε
.
ὅτι
τίς
ὥσπερ
ἐγώ
;
καὶ
τίς
ἀντιστήσεταί
μοι
;
καὶ
τίς
οὗτος
ποιμήν
,
ὃς
στήσεται
κατὰ
πρόσωπόν
μου
;
Verse: 14
διὰ
τοῦτο
ἀκούσατε
βουλὴν
κυρίου
,
ἣν
ἐβουλεύσατο
ἐπὶ
τὴν
Ιδουμαίαν
,
καὶ
λογισμὸν
αὐτοῦ
,
ὃν
ἐλογίσατο
ἐπὶ
τοὺς
κατοικοῦντας
Θαιμαν
᾽Εὰν
μὴ
συμψησϑῶσιν
τὰ
ἐλάχιστα
τῶν
προβάτων
,
ἐὰν
μὴ
ἀβατωϑῇ
ἐπ
'
αὐτὴν
κατάλυσις
αὐτῶν
·
Verse: 15
ὅτι
ἀπὸ
ϕωνῆς
πτώσεως
αὐτῶν
ἐσείσϑη
ἡ
γῆ
,
καὶ
κραυγή
σου
ἐν
ϑαλάσσῃ
ἠκούσϑη
.
Verse: 16
ἰδοὺ
ὥσπερ
ἀετὸς
ὄψεται
καὶ
ἐκτενεῖ
τὰς
πτέρυγας
ἐπ
'
ὀχυρώματα
αὐτῆς
·
καὶ
ἔσται
ἡ
καρδία
τῶν
ἰσχυρῶν
τῆς
Ιδουμαίας
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ὡς
καρδία
γυναικὸς
ὠδινούσης
.
Verse: 17
Τοῖς
υἱοῖς
Αμμων
.
Οὕτως
εἶπεν
κύριος
Μὴ
υἱοὶ
οὔκ
εἰσιν
ἐν
Ισραηλ
,
ἢ
παραλημψόμενος
οὐκ
ἔστιν
αὐτοῖς
;
διὰ
τί
παρέλαβεν
Μελχομ
τὸν
Γαδ
,
καὶ
ὁ
λαὸς
αὐτῶν
ἐν
πόλεσιν
αὐτῶν
ἐνοικήσει
;
Verse: 18
διὰ
τοῦτο
ἰδοὺ
ἡμέραι
ἔρχονται
,
ϕησὶν
κύριος
,
καὶ
ἀκουτιῶ
ἐπὶ
Ραββαϑ
ϑόρυβον
πολέμων
,
καὶ
ἔσονται
εἰς
ἄβατον
καὶ
εἰς
ἀπώλειαν
,
καὶ
βωμοὶ
αὐτῆς
ἐν
πυρὶ
κατακαυϑήσονται
,
καὶ
παραλήμψεται
Ισραηλ
τὴν
ἀρχὴν
αὐτοῦ
.
Verse: 19
ἀλάλαξον
,
Εσεβων
,
ὅτι
ὤλετο
Γαι
·
κεκράξατε
,
ϑυγατέρες
Ραββαϑ
,
περιζώσασϑε
σάκκους
καὶ
ἐπιλημπτεύσασϑε
καὶ
κόψασϑε
ἐπὶ
Μελχομ
,
ὅτι
ἐν
ἀποικίᾳ
βαδιεῖται
,
οἱ
ἱερεῖς
αὐτοῦ
καὶ
οἱ
ἄρχοντες
αὐτοῦ
ἅμα
.
Verse: 20
τί
ἀγαλλιάσῃ
ἐν
τοῖς
πεδίοις
Ενακιμ
,
ϑύγατερ
ἰταμίας
ἡ
πεποιϑυῖα
ἐπὶ
ϑησαυροῖς
αὐτῆς
ἡ
λέγουσα
Τίς
εἰσελεύσεται
ἐπ
'
ἐμέ
;
Verse: 21
ἰδοὺ
ἐγὼ
ϕέρω
ϕόβον
ἐπὶ
σέ
,
εἶπεν
κύριος
,
ἀπὸ
πάσης
τῆς
περιοίκου
σου
,
καὶ
διασπαρήσεσϑε
ἕκαστος
εἰς
πρόσωπον
αὐτοῦ
,
καὶ
οὐκ
ἔσται
ὁ
συνάγων
.
Verse: 23
Τῇ
Κηδαρ
βασιλίσσῃ
τῆς
αὐλῆς
,
ἣν
ἐπάταξεν
Ναβουχοδονοσορ
βασιλεὺς
Βαβυλῶνος
.
Οὕτως
εἶπεν
κύριος
᾽Ανάστητε
καὶ
ἀνάβητε
ἐπὶ
Κηδαρ
καὶ
πλήσατε
τοὺς
υἱοὺς
Κεδεμ
·
Verse: 24
σκηνὰς
αὐτῶν
καὶ
πρόβατα
αὐτῶν
λήμψονται
,
ἱμάτια
αὐτῶν
καὶ
πάντα
τὰ
σκεύη
αὐτῶν
καὶ
καμήλους
αὐτῶν
λήμψονται
ἑαυτοῖς
·
καὶ
καλέσατε
ἐπ
'
αὐτοὺς
ἀπώλειαν
κυκλόϑεν
.
Verse: 25
ϕεύγετε
λίαν
,
βαϑύνατε
εἰς
κάϑισιν
,
καϑήμενοι
ἐν
τῇ
αὐλῇ
,
ὅτι
ἐβουλεύσατο
ἐϕ
'
ὑμᾶς
βασιλεὺς
Βαβυλῶνος
βουλὴν
καὶ
ἐλογίσατο
ἐϕ
'
ὑμᾶς
λογισμόν
.
Verse: 26
ἀνάστηϑι
καὶ
ἀνάβηϑι
ἐπ
'
ἔϑνος
εὐσταϑοῦν
καϑήμενον
εἰς
ἀναψυχήν
,
οἷς
οὔκ
εἰσιν
ϑύραι
,
οὐ
βάλανοι
,
οὐ
μοχλοί
,
μόνοι
καταλύουσιν
.
Verse: 27
καὶ
ἔσονται
κάμηλοι
αὐτῶν
εἰς
προνομὴν
καὶ
πλῆϑος
κτηνῶν
αὐτῶν
εἰς
ἀπώλειαν
·
καὶ
λικμήσω
αὐτοὺς
παντὶ
πνεύματι
κεκαρμένους
πρὸ
προσώπου
αὐτῶν
,
ἐκ
παντὸς
πέραν
αὐτῶν
οἴσω
τὴν
τροπὴν
αὐτῶν
,
εἶπεν
κύριος
.
Verse: 28
καὶ
ἔσται
ἡ
αὐλὴ
διατριβὴ
στρουϑῶν
καὶ
ἄβατος
ἕως
αἰῶνος
,
οὐ
μὴ
καϑίσῃ
ἐκεῖ
ἄνϑρωπος
,
καὶ
οὐ
μὴ
κατοικήσῃ
ἐκεῖ
υἱὸς
ἀνϑρώπου
.
Verse: 29
Τῇ
Δαμασκῷ
.
Κατῃσχύνϑη
Ημαϑ
καὶ
Αρϕαδ
,
ὅτι
ἤκουσαν
ἀκοὴν
πονηράν
·
ἐξέστησαν
,
ἐϑυμώϑησαν
,
ἀναπαύσασϑαι
οὐ
μὴ
δύνωνται
.
Verse: 30
ἐξελύϑη
Δαμασκός
,
ἀπεστράϕη
εἰς
ϕυγήν
,
τρόμος
ἐπελάβετο
αὐτῆς
.
Verse: 31
πῶς
οὐχὶ
ἐγκατέλιπεν
πόλιν
ἐμήν
;
κώμην
ἠγάπησαν
.
Verse: 32
διὰ
τοῦτο
πεσοῦνται
νεανίσκοι
ἐν
πλατείαις
σου
,
καὶ
πάντες
οἱ
ἄνδρες
οἱ
πολεμισταί
σου
πεσοῦνται
,
ϕησὶν
κύριος
·
Verse: 33
καὶ
καύσω
πῦρ
ἐν
τείχει
Δαμασκοῦ
,
καὶ
καταϕάγεται
ἄμϕοδα
υἱοῦ
Αδερ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.