TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1080
Previous part

Chapter: 27 
Verse: 1    Λόγος κυρίου, ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα.
Verse: 2    
᾽Αναγγείλατε ἐν τοῖς ἔϑνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε, εἴπατε ῾Εάλωκεν Βαβυλών, κατῃσχύνϑη Βῆλος ἀπτόητος, τρυϕερὰ παρεδόϑη Μαρωδαχ.
Verse: 3    
ὅτι ἀνέβη ἐπ' αὐτὴν ἔϑνος ἀπὸ βορρᾶ· οὗτος ϑήσει τὴν γῆν αὐτῆς εἰς ἀϕανισμόν, καὶ οὐκ ἔσται κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνϑρώπου καὶ ἕως κτήνους.
Verse: 4    
ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ισραηλ, αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό· βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον ϑεὸν αὐτῶν ζητοῦντες.
Verse: 5    
ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν, ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν· καὶ ἥξουσιν καὶ καταϕεύξονται πρὸς κύριον τὸν ϑεόν, διαϑήκη γὰρ αἰώνιος οὐκ ἐπιλησϑήσεται.
Verse: 6    
πρόβατα ἀπολωλότα ἐγενήϑη λαός μου, οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάϑοντο κοίτης αὐτῶν.
Verse: 7    
πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς, οἱ ἐχϑροὶ αὐτῶν εἶπαν Μὴ ἀνῶμεν αὐτούς· ἀνϑ' ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν.
Verse: 8    
ἀπαλλοτριώϑητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλϑατε καὶ γένεσϑε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων.
Verse: 9    
ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐϑνῶν ἐκ γῆς βορρᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖϑεν ἁλώσεται, ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή.
Verse: 10    
καὶ ἔσται Χαλδαία εἰς προνομήν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησϑήσονται.
Verse: 11    
ὅτι ηὐϕραίνεσϑε καὶ κατεκαυχᾶσϑε διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε ὡς βοίδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι.
Verse: 12    
ᾐσχύνϑη μήτηρ ὑμῶν σϕόδρα, μήτηρ ἐπ' ἀγαϑὰ ἐσχάτη ἐϑνῶν ἔρημος.
Verse: 13    
ἀπὸ ὀργῆς κυρίου οὐ κατοικηϑήσεται καὶ ἔσται εἰς ἀϕανισμὸν πᾶσα, καὶ πᾶς διοδεύων διὰ Βαβυλῶνος σκυϑρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς.
Verse: 14    
παρατάξασϑε ἐπὶ Βαβυλῶνα κύκλῳ, πάντες τείνοντες τόξον· τοξεύσατε ἐπ' αὐτήν, μὴ ϕείσησϑε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν.
Verse: 15    
κατακροτήσατε ἐπ' αὐτήν· παρελύϑησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, καὶ κατεσκάϕη τὸ τεῖχος αὐτῆς· ὅτι ἐκδίκησις παρὰ ϑεοῦ ἐστιν, ἐκδικεῖτε ἐπ' αὐτήν· καϑὼς ἐποίησεν, ποιήσατε αὐτῇ.
Verse: 16    
ἐξολεϑρεύσατε σπέρμα ἐκ Βαβυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ ϑερισμοῦ· ἀπὸ προσώπου μαχαίρας ῾Ελληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ ϕεύξεται.
Verse: 17    
Πρόβατον πλανώμενον Ισραηλ, λέοντες ἐξῶσαν αὐτόν· πρῶτος ἔϕαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος.
Verse: 18    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ, καϑὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ.
Verse: 19    
καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Εϕραιμ καὶ ἐν τῷ Γαλααδ, καὶ πλησϑήσεται ψυχὴ αὐτοῦ.
Verse: 20    
ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ιουδα, καὶ οὐ μὴ εὑρεϑῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς, λέγει κύριος.
Verse: 21    
Πικρῶς ἐπίβηϑι ἐπ' αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ' αὐτήν· ἐκδίκησον, μάχαιρα, καὶ ἀϕάνισον, λέγει κύριος, καὶ ποίει κατὰ πάντα, ὅσα ἐντέλλομαί σοι.
Verse: 22    
ϕωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων.
Verse: 23    
πῶς συνεκλάσϑη καὶ συνετρίβη σϕῦρα πάσης τῆς γῆς; πῶς ἐγενήϑη εἰς ἀϕανισμὸν Βαβυλὼν ἐν ἔϑνεσιν;
Verse: 24    
ἐπιϑήσονταί σοι, καὶ ἁλώσῃ, Βαβυλών, καὶ οὐ γνώσῃ· εὑρέϑης καὶ ἐλήμϕϑης, ὅτι τῷ κυρίῳ ἀντέστης.
Verse: 25    
ἤνοιξεν κύριος τὸν ϑησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ κυρίῳ ϑεῷ ἐν γῇ Χαλδαίων,
Verse: 26    
ὅτι ἐληλύϑασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποϑήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεϑρεύσατε αὐτήν, μὴ γενέσϑω αὐτῆς κατάλειμμα·
Verse: 27    
ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς σϕαγήν· οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.
Verse: 28    
ϕωνὴ ϕευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου ϑεοῦ ἡμῶν.
Verse: 29    
παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον· παρεμβάλετε ἐπ' αὐτὴν κυκλόϑεν, μὴ ἔστω αὐτῆς ἀνασῳζόμενος· ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς, κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτῇ, ὅτι πρὸς τὸν κύριον ἀντέστη ϑεὸν ἅγιον τοῦ Ισραηλ.
Verse: 30    
διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιϕήσονται, εἶπεν κύριος.
Verse: 31    
ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει κύριος, ὅτι ἥκει ἡμέρα σου καὶ καιρὸς ἐκδικήσεώς σου·
Verse: 32    
καὶ ἀσϑενήσει ὕβρις σου καὶ πεσεῖται, καὶ οὐκ ἔσται ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταϕάγεται πάντα τὰ κύκλῳ αὐτῆς.
Verse: 33    
Τάδε λέγει κύριος Καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα, πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς, ὅτι οὐκ ἠϑέλησαν ἐξαποστεῖλαι αὐτούς.
Verse: 34    
καὶ λυτρούμενος αὐτοὺς ἰσχυρός, κύριος παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν, καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα.
Verse: 35    
μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς·
Verse: 36    
μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς, καὶ παραλυϑήσονται·
Verse: 37    
μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν· μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσῳ αὐτῆς, καὶ ἔσονται ὡσεὶ γυναῖκες· μάχαιραν ἐπὶ τοὺς ϑησαυροὺς αὐτῆς, καὶ διασκορπισϑήσονται.
Verse: 38    
ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίϑει καὶ καταισχυνϑήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστιν, καὶ ἐν ταῖς νήσοις, οὗ κατεκαυχῶντο.
Verse: 39    
διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ ϑυγατέρες σειρήνων· οὐ μὴ κατοικηϑῇ οὐκέτι εἰς τὸν αἰῶνα.
Verse: 40    
καϑὼς κατέστρεψεν ϑεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπεν κύριος, οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνϑρωπος, καὶ οὐ μὴ παροικήσῃ ἐκεῖ υἱὸς ἀνϑρώπου.
Verse: 41    
ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔϑνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερϑήσονται ἀπ' ἐσχάτου τῆς γῆς
Verse: 42    
τόξον καὶ ἐγχειρίδιον ἔχοντες· ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήσῃ· ϕωνὴ αὐτῶν ὡς ϑάλασσα ἠχήσει, ἐϕ' ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον πρὸς σέ, ϑύγατερ Βαβυλῶνος.
Verse: 43    
ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύϑησαν αἱ χεῖρες αὐτοῦ· ϑλῖψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης.
Verse: 44    
ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ιορδάνου εἰς τόπον Αιϑαμ, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ' αὐτῆς καὶ πάντα νεανίσκον ἐπ' αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου;
Verse: 45    
διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν κυρίου, ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ, οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαϕϑαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀϕανισϑῇ νομὴ ἀπ' αὐτῶν.
Verse: 46    
ὅτι ἀπὸ ϕωνῆς ἁλώσεως Βαβυλῶνος σεισϑήσεται γῆ, καὶ κραυγὴ ἐν ἔϑνεσιν ἀκουσϑήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.