TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1079
Previous part

Chapter: 26 
Verse: 2    Τῇ Αἰγύπτῳ ἐπὶ δύναμιν Φαραω Νεχαω βασιλέως Αἰγύπτου, ὃς ἦν ἐπὶ τῷ ποταμῷ Εὐϕράτῃ ἐν Χαρχαμις, ὃν ἐπάταξε Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἔτει τῷ τετάρτῳ Ιωακιμ βασιλέως Ιουδα.
Verse: 3    
᾽Αναλάβετε ὅπλα καὶ ἀσπίδας καὶ προσαγάγετε εἰς πόλεμον·
Verse: 4    
ἐπισάξατε τοὺς ἵππους ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεϕαλαίαις ὑμῶν· προβάλετε τὰ δόρατα καὶ ἐνδύσασϑε τοὺς ϑώρακας ὑμῶν.
Verse: 5    
τί ὅτι αὐτοὶ πτοοῦνται καὶ ἀποχωροῦσιν ὀπίσω; διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται. ϕυγῇ ἔϕυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόϑεν, λέγει κύριος.
Verse: 6    
μὴ ϕευγέτω κοῦϕος, καὶ μὴ ἀνασῳζέσϑω ἰσχυρός· ἐπὶ βορρᾶν τὰ παρὰ τὸν Εὐϕράτην ἠσϑένησαν πεπτώκασιν.
Verse: 7    
τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ;
Verse: 8    
ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἶπεν ᾽Αναβήσομαι καὶ κατακαλύψω γῆν καὶ ἀπολῶ κατοικοῦντας ἐν αὐτῇ.
Verse: 9    
ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα· ἐξέλϑατε, οἱ μαχηταὶ Αἰϑιόπων καὶ Λίβυες καϑωπλισμένοι ὅπλοις· καὶ Λυδοί, ἀνάβητε ἐντείνατε τόξον.
Verse: 10    
καὶ ἡμέρα ἐκείνη κυρίῳ τῷ ϑεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως τοῦ ἐκδικῆσαι τοὺς ἐχϑροὺς αὐτοῦ, καὶ καταϕάγεται μάχαιρα κυρίου καὶ ἐμπλησϑήσεται καὶ μεϑυσϑήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν, ὅτι ϑυσία τῷ κυρίῳ σαβαωϑ ἀπὸ γῆς βορρᾶ ἐπὶ ποταμῷ Εὐϕράτῃ.
Verse: 11    
ἀνάβηϑι, Γαλααδ, καὶ λαβὲ ῥητίνην τῇ παρϑένῳ ϑυγατρὶ Αἰγύπτου· εἰς κενὸν ἐπλήϑυνας ἰάματά σου, ὠϕέλεια οὐκ ἔστιν σοί.
Verse: 12    
ἤκουσαν ἔϑνη ϕωνήν σου, καὶ τῆς κραυγῆς σου ἐπλήσϑη γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσϑένησεν, ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμϕότεροι.
Verse: 13    
῝Α ἐλάλησεν κύριος ἐν χειρὶ Ιερεμιου τοῦ ἐλϑεῖν Ναβουχοδονοσορ τὸν βασιλέα Βαβυλῶνος τοῦ κόψαι τὴν γῆν Αἰγύπτου.
Verse: 14    
᾽Αναγγείλατε εἰς Μάγδωλον καὶ παραγγείλατε εἰς Μέμϕιν, εἴπατε ᾽Επίστηϑι καὶ ἑτοίμασον, ὅτι κατέϕαγεν μάχαιρα τὴν σμίλακά σου.
Verse: 15    
διὰ τί ἔϕυγεν ῏Απις; μόσχος ἐκλεκτός σου οὐκ ἔμεινεν, ὅτι κύριος παρέλυσεν αὐτόν.
Verse: 16    
καὶ τὸ πλῆϑός σου ἠσϑένησεν καὶ ἔπεσεν, καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλει ᾽Αναστῶμεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν εἰς τὴν πατρίδα ἡμῶν ἀπὸ προσώπου μαχαίρας ῾Ελληνικῆς.
Verse: 17    
καλέσατε τὸ ὄνομα Φαραω Νεχαω βασιλέως Αἰγύπτου Σαων εσβι εμωηδ.
Verse: 18    
ζῶ ἐγώ, λέγει κύριος ϑεός, ὅτι ὡς τὸ ᾽Ιταβύριον ἐν τοῖς ὄρεσιν καὶ ὡς Κάρμηλος ἐν τῇ ϑαλάσσῃ ἥξει.
Verse: 19    
σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ, κατοικοῦσα ϑύγατερ Αἰγύπτου, ὅτι Μέμϕις εἰς ἀϕανισμὸν ἔσται καὶ κληϑήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ.
Verse: 20    
δάμαλις κεκαλλωπισμένη Αἴγυπτος, ἀπόσπασμα ἀπὸ βορρᾶ ἦλϑεν ἐπ' αὐτήν.
Verse: 21    
καὶ οἱ μισϑωτοὶ αὐτῆς ἐν αὐτῇ ὥσπερ μόσχοι σιτευτοὶ τρεϕόμενοι ἐν αὐτῇ, διότι καὶ αὐτοὶ ἀπεστράϕησαν καὶ ἔϕυγον ὁμοϑυμαδόν, οὐκ ἔστησαν, ὅτι ἡμέρα ἀπωλείας ἦλϑεν ἐπ' αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτῶν.
Verse: 22    
ϕωνὴ ὡς ὄϕεως συρίζοντος, ὅτι ἐν ἄμμῳ πορεύσονται· ἐν ἀξίναις ἥξουσιν ἐπ' αὐτὴν ὡς κόπτοντες ξύλα.
Verse: 23    
ἐκκόψουσιν τὸν δρυμὸν αὐτῆς, λέγει κύριος ϑεός, ὅτι οὐ μὴ εἰκασϑῇ, ὅτι πληϑύνει ὑπὲρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοῖς ἀριϑμός.
Verse: 24    
κατῃσχύνϑη ϑυγάτηρ Αἰγύπτου, παρεδόϑη εἰς χεῖρας λαοῦ ἀπὸ βορρᾶ.
Verse: 25    
ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Αμων τὸν υἱὸν αὐτῆς ἐπὶ Φαραω καὶ ἐπὶ τοὺς πεποιϑότας ἐπ' αὐτῷ.
Verse: 27    
σὺ δὲ μὴ ϕοβηϑῇς, δοῦλός μου Ιακωβ, μηδὲ πτοηϑῇς, Ισραηλ, διότι ἰδοὺ ἐγὼ σῴζων σε μακρόϑεν καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν, καὶ ἀναστρέψει Ιακωβ καὶ ἡσυχάσει καὶ ὑπνώσει, καὶ οὐκ ἔσται παρενοχλῶν αὐτόν.
Verse: 28    
μὴ ϕοβοῦ, παῖς μου Ιακωβ, λέγει κύριος, ὅτι μετὰ σοῦ ἐγώ εἰμι· ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔϑνει, εἰς οὓς ἐξῶσά σε ἐκεῖ, σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν· καὶ παιδεύσω σε εἰς κρίμα καὶ ἀϑῷον οὐκ ἀϑῳώσω σε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.