TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1015
Chapter: 28
Verse: 1
Οὐαὶ
τῷ
στεϕάνῳ
τῆς
ὕβρεως
,
οἱ
μισϑωτοὶ
Εϕραιμ
·
τὸ
ἄνϑος
τὸ
ἐκπεσὸν
ἐκ
τῆς
δόξης
ἐπὶ
τῆς
κορυϕῆς
τοῦ
ὄρους
τοῦ
παχέος
,
οἱ
μεϑύοντες
ἄνευ
οἴνου
.
Verse: 2
ἰδοὺ
ἰσχυρὸν
καὶ
σκληρὸν
ὁ
ϑυμὸς
κυρίου
ὡς
χάλαζα
καταϕερομένη
οὐκ
ἔχουσα
σκέπην
,
βίᾳ
καταϕερομένη
·
ὡς
ὕδατος
πολὺ
πλῆϑος
σῦρον
χώραν
τῇ
γῇ
ποιήσει
ἀνάπαυσιν
ταῖς
χερσίν
.
Verse: 3
καὶ
τοῖς
ποσὶν
καταπατηϑήσεται
ὁ
στέϕανος
τῆς
ὕβρεως
,
οἱ
μισϑωτοὶ
τοῦ
Εϕραιμ
.
Verse: 4
καὶ
ἔσται
τὸ
ἄνϑος
τὸ
ἐκπεσὸν
τῆς
ἐλπίδος
τῆς
δόξης
ἐπ
'
ἄκρου
τοῦ
ὄρους
τοῦ
ὑψηλοῦ
ὡς
πρόδρομος
σύκου
,
ὁ
ἰδὼν
αὐτὸ
πρὶν
ἢ
εἰς
τὴν
χεῖρα
αὐτοῦ
λαβεῖν
ϑελήσει
αὐτὸ
καταπιεῖν
.
Verse: 5
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἔσται
κύριος
σαβαωϑ
ὁ
στέϕανος
τῆς
ἐλπίδος
ὁ
πλακεὶς
τῆς
δόξης
τῷ
καταλειϕϑέντι
μου
λαῷ
·
Verse: 6
καταλειϕϑήσονται
ἐπὶ
πνεύματι
κρίσεως
ἐπὶ
κρίσιν
καὶ
ἰσχὺν
κωλύων
ἀνελεῖν
.
Verse: 7
οὗτοι
γὰρ
οἴνῳ
πεπλανημένοι
εἰσίν
,
ἐπλανήϑησαν
διὰ
τὸ
σικερα
·
ἱερεὺς
καὶ
προϕήτης
ἐξέστησαν
διὰ
τὸν
οἶνον
,
ἐσείσϑησαν
ἀπὸ
τῆς
μέϑης
τοῦ
σικερα
,
ἐπλανήϑησαν
·
τοῦτ
'
ἔστι
ϕάσμα
.
Verse: 8
ἀρὰ
ἔδεται
ταύτην
τὴν
βουλήν
·
αὕτη
γὰρ
ἡ
βουλὴ
ἕνεκεν
πλεονεξίας
.
Verse: 9
τίνι
ἀνηγγείλαμεν
κακὰ
καὶ
τίνι
ἀνηγγείλαμεν
ἀγγελίαν
,
οἱ
ἀπογεγαλακτισμένοι
ἀπὸ
γάλακτος
,
οἱ
ἀπεσπασμένοι
ἀπὸ
μαστοῦ
;
Verse: 10
ϑλῖψιν
ἐπὶ
ϑλῖψιν
προσδέχου
,
ἐλπίδα
ἐπ
'
ἐλπίδι
,
ἔτι
μικρὸν
ἔτι
μικρὸν
Verse: 11
διὰ
ϕαυλισμὸν
χειλέων
διὰ
γλώσσης
ἑτέρας
,
ὅτι
λαλήσουσιν
τῷ
λαῷ
τούτῳ
Verse: 12
λέγοντες
αὐτῷ
Τοῦτο
τὸ
ἀνάπαυμα
τῷ
πεινῶντι
καὶ
τοῦτο
τὸ
σύντριμμα
,
καὶ
οὐκ
ἠϑέλησαν
ἀκούειν
.
Verse: 13
καὶ
ἔσται
αὐτοῖς
τὸ
λόγιον
κυρίου
τοῦ
ϑεοῦ
ϑλῖψις
ἐπὶ
ϑλῖψιν
,
ἐλπὶς
ἐπ
'
ἐλπίδι
,
ἔτι
μικρὸν
ἔτι
μικρόν
,
ἵνα
πορευϑῶσιν
καὶ
πέσωσιν
εἰς
τὰ
ὀπίσω
καὶ
κινδυνεύσουσιν
καὶ
συντριβήσονται
καὶ
ἁλώσονται
.
Verse: 14
διὰ
τοῦτο
ἀκούσατε
λόγον
κυρίου
,
ἄνδρες
τεϑλιμμένοι
καὶ
ἄρχοντες
τοῦ
λαοῦ
τούτου
τοῦ
ἐν
Ιερουσαλημ
Verse: 15
῞Οτι
εἴπατε
᾽Εποιήσαμεν
διαϑήκην
μετὰ
τοῦ
ᾅδου
καὶ
μετὰ
τοῦ
ϑανάτου
συνϑήκας
,
καταιγὶς
ϕερομένη
ἐὰν
παρέλϑῃ
οὐ
μὴ
ἔλϑῃ
ἐϕ
'
ἡμᾶς
,
ἐϑήκαμεν
ψεῦδος
τὴν
ἐλπίδα
ἡμῶν
καὶ
τῷ
ψεύδει
σκεπασϑησόμεϑα
,
Verse: 16
διὰ
τοῦτο
οὕτως
λέγει
κύριος
᾽Ιδοὺ
ἐγὼ
ἐμβαλῶ
εἰς
τὰ
ϑεμέλια
Σιων
λίϑον
πολυτελῆ
ἐκλεκτὸν
ἀκρογωνιαῖον
ἔντιμον
εἰς
τὰ
ϑεμέλια
αὐτῆς
,
καὶ
ὁ
πιστεύων
ἐπ
'
αὐτῷ
οὐ
μὴ
καταισχυνϑῇ
.
Verse: 17
καὶ
ϑήσω
κρίσιν
εἰς
ἐλπίδα
,
ἡ
δὲ
ἐλεημοσύνη
μου
εἰς
σταϑμούς
,
καὶ
οἱ
πεποιϑότες
μάτην
ψεύδει
·
ὅτι
οὐ
μὴ
παρέλϑῃ
ὑμᾶς
καταιγίς
,
Verse: 18
μὴ
καὶ
ἀϕέλῃ
ὑμῶν
τὴν
διαϑήκην
τοῦ
ϑανάτου
,
καὶ
ἡ
ἐλπὶς
ὑμῶν
ἡ
πρὸς
τὸν
ᾅδην
οὐ
μὴ
ἐμμείνῃ
·
καταιγὶς
ϕερομένη
ἐὰν
ἐπέλϑῃ
,
ἔσεσϑε
αὐτῇ
εἰς
καταπάτημα
.
Verse: 19
ὅταν
παρέλϑῃ
,
λήμψεται
ὑμᾶς
·
πρωὶ
πρωὶ
παρελεύσεται
ἡμέρας
,
καὶ
ἐν
νυκτὶ
ἔσται
ἐλπὶς
πονηρά
·
μάϑετε
ἀκούειν
.
Verse: 20
στενοχωρούμενοι
οὐ
δυνάμεϑα
μάχεσϑαι
,
αὐτοὶ
δὲ
ἀσϑενοῦμεν
τοῦ
ἡμᾶς
συναχϑῆναι
.
Verse: 21
ὥσπερ
ὄρος
ἀσεβῶν
ἀναστήσεται
καὶ
ἔσται
ἐν
τῇ
ϕάραγγι
Γαβαων
·
μετὰ
ϑυμοῦ
ποιήσει
τὰ
ἔργα
αὐτοῦ
,
πικρίας
ἔργον
·
ὁ
δὲ
ϑυμὸς
αὐτοῦ
ἀλλοτρίως
χρήσεται
,
καὶ
ἡ
πικρία
αὐτοῦ
ἀλλοτρία
.
Verse: 22
καὶ
ὑμεῖς
μὴ
εὐϕρανϑείητε
,
μηδὲ
ἰσχυσάτωσαν
ὑμῶν
οἱ
δεσμοί
·
διότι
συντετελεσμένα
καὶ
συντετμημένα
πράγματα
ἤκουσα
παρὰ
κυρίου
σαβαωϑ
,
ἃ
ποιήσει
ἐπὶ
πᾶσαν
τὴν
γῆν
.
Verse: 23
᾽Ενωτίζεσϑε
καὶ
ἀκούετε
τῆς
ϕωνῆς
μου
,
προσέχετε
καὶ
ἀκούετε
τοὺς
λόγους
μου
.
Verse: 24
μὴ
ὅλην
τὴν
ἡμέραν
μέλλει
ὁ
ἀροτριῶν
ἀροτριᾶν
;
ἢ
σπόρον
προετοιμάσει
πρὶν
ἐργάσασϑαι
τὴν
γῆν
;
Verse: 25
οὐχ
ὅταν
ὁμαλίσῃ
αὐτῆς
τὸ
πρόσωπον
,
τότε
σπείρει
μικρὸν
μελάνϑιον
καὶ
κύμινον
καὶ
πάλιν
σπείρει
πυρὸν
καὶ
κριϑὴν
καὶ
ζέαν
ἐν
τοῖς
ὁρίοις
σου
;
Verse: 26
καὶ
παιδευϑήσῃ
κρίματι
ϑεοῦ
σου
καὶ
εὐϕρανϑήσῃ
.
Verse: 27
οὐ
γὰρ
μετὰ
σκληρότητος
καϑαίρεται
τὸ
μελάνϑιον
,
οὐδὲ
τροχὸς
ἁμάξης
περιάξει
ἐπὶ
τὸ
κύμινον
,
ἀλλὰ
ῥάβδῳ
ἐκτινάσσεται
τὸ
μελάνϑιον
,
τὸ
δὲ
κύμινον
Verse: 28
μετὰ
ἄρτου
βρωϑήσεται
.
οὐ
γὰρ
εἰς
τὸν
αἰῶνα
ἐγὼ
ὑμῖν
ὀργισϑήσομαι
,
οὐδὲ
ϕωνὴ
τῆς
πικρίας
μου
καταπατήσει
ὑμᾶς
.
Verse: 29
καὶ
ταῦτα
παρὰ
κυρίου
σαβαωϑ
ἐξῆλϑεν
τὰ
τέρατα
·
βουλεύσασϑε
,
ὑψώσατε
ματαίαν
παράκλησιν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.