TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1014
Chapter: 27
Verse: 1
Τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἐπάξει
ὁ
ϑεὸς
τὴν
μάχαιραν
τὴν
ἁγίαν
καὶ
τὴν
μεγάλην
καὶ
τὴν
ἰσχυρὰν
ἐπὶ
τὸν
δράκοντα
ὄϕιν
ϕεύγοντα
,
ἐπὶ
τὸν
δράκοντα
ὄϕιν
σκολιὸν
καὶ
ἀνελεῖ
τὸν
δράκοντα
.
Verse: 2
τῇ
ἡμέρᾳ
ἐκείνῃ
ἀμπελὼν
καλός
·
ἐπιϑύμημα
ἐξάρχειν
κατ
'
αὐτῆς
.
Verse: 3
ἐγὼ
πόλις
ἰσχυρά
,
πόλις
πολιορκουμένη
,
μάτην
ποτιῶ
αὐτήν
·
ἁλώσεται
γὰρ
νυκτός
,
ἡμέρας
δὲ
πεσεῖται
τὸ
τεῖχος
.
Verse: 4
οὐκ
ἔστιν
ἣ
οὐκ
ἐπελάβετο
αὐτῆς
·
τίς
με
ϑήσει
ϕυλάσσειν
καλάμην
ἐν
ἀγρῷ
;
διὰ
τὴν
πολεμίαν
ταύτην
ἠϑέτηκα
αὐτήν
.
τοίνυν
διὰ
τοῦτο
ἐποίησεν
κύριος
ὁ
ϑεὸς
πάντα
,
ὅσα
συνέταξεν
.
κατακέκαυμαι
,
Verse: 5
βοήσονται
οἱ
ἐνοικοῦντες
ἐν
αὐτῇ
,
ποιήσωμεν
εἰρήνην
αὐτῷ
,
ποιήσωμεν
εἰρήνην
.
Verse: 6
οἱ
ἐρχόμενοι
,
τέκνα
Ιακωβ
,
βλαστήσει
καὶ
ἐξανϑήσει
Ισραηλ
,
καὶ
ἐμπλησϑήσεται
ἡ
οἰκουμένη
τοῦ
καρποῦ
αὐτοῦ
.
Verse: 7
μὴ
ὡς
αὐτὸς
ἐπάταξεν
,
καὶ
αὐτὸς
οὕτως
πληγήσεται
,
καὶ
ὡς
αὐτὸς
ἀνεῖλεν
,
οὕτως
ἀναιρεϑήσεται
;
Verse: 8
μαχόμενος
καὶ
ὀνειδίζων
ἐξαποστελεῖ
αὐτούς
·
οὐ
σὺ
ἦσϑα
ὁ
μελετῶν
τῷ
πνεύματι
τῷ
σκληρῷ
ἀνελεῖν
αὐτοὺς
πνεύματι
ϑυμοῦ
;
Verse: 9
διὰ
τοῦτο
ἀϕαιρεϑήσεται
ἡ
ἀνομία
Ιακωβ
,
καὶ
τοῦτό
ἐστιν
ἡ
εὐλογία
αὐτοῦ
,
ὅταν
ἀϕέλωμαι
αὐτοῦ
τὴν
ἁμαρτίαν
,
ὅταν
ϑῶσιν
πάντας
τοὺς
λίϑους
τῶν
βωμῶν
κατακεκομμένους
ὡς
κονίαν
λεπτήν
·
καὶ
οὐ
μὴ
μείνῃ
τὰ
δένδρα
αὐτῶν
,
καὶ
τὰ
εἴδωλα
αὐτῶν
ἐκκεκομμένα
ὥσπερ
δρυμὸς
μακράν
.
Verse: 10
τὸ
κατοικούμενον
ποίμνιον
ἀνειμένον
ἔσται
ὡς
ποίμνιον
καταλελειμμένον
·
καὶ
ἔσται
πολὺν
χρόνον
εἰς
βόσκημα
,
καὶ
ἐκεῖ
ἀναπαύσονται
.
Verse: 11
καὶ
μετὰ
χρόνον
οὐκ
ἔσται
ἐν
αὐτῇ
πᾶν
χλωρὸν
διὰ
τὸ
ξηρανϑῆναι
.
γυναῖκες
ἐρχόμεναι
ἀπὸ
ϑέας
,
δεῦτε
·
οὐ
γὰρ
λαός
ἐστιν
ἔχων
σύνεσιν
,
διὰ
τοῦτο
οὐ
μὴ
οἰκτιρήσῃ
ὁ
ποιήσας
αὐτούς
,
οὐδὲ
ὁ
πλάσας
αὐτοὺς
οὐ
μὴ
ἐλεήσῃ
.
Verse: 12
καὶ
ἔσται
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
συμϕράξει
κύριος
ἀπὸ
τῆς
διώρυγος
τοῦ
ποταμοῦ
ἕως
῾Ρινοκορούρων
,
ὑμεῖς
δὲ
συναγάγετε
τοὺς
υἱοὺς
Ισραηλ
κατὰ
ἕνα
ἕνα
.
Verse: 13
καὶ
ἔσται
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
σαλπιοῦσιν
τῇ
σάλπιγγι
τῇ
μεγάλῃ
,
καὶ
ἥξουσιν
οἱ
ἀπολόμενοι
ἐν
τῇ
χώρᾳ
τῶν
᾽Ασσυρίων
καὶ
οἱ
ἀπολόμενοι
ἐν
Αἰγύπτῳ
καὶ
προσκυνήσουσιν
τῷ
κυρίῳ
ἐπὶ
τὸ
ὄρος
τὸ
ἅγιον
ἐν
Ιερουσαλημ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.