TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1016
Chapter: 29
Verse: 1
Οὐαὶ
πόλις
Αριηλ
,
ἣν
Δαυιδ
ἐπολέμησεν
·
συναγάγετε
γενήματα
ἐνιαυτὸν
ἐπ
'
ἐνιαυτόν
,
ϕάγεσϑε
γὰρ
σὺν
Μωαβ
.
Verse: 2
ἐκϑλίψω
γὰρ
Αριηλ
,
καὶ
ἔσται
αὐτῆς
ἡ
ἰσχὺς
καὶ
τὸ
πλοῦτος
ἐμοί
.
Verse: 3
καὶ
κυκλώσω
ὡς
Δαυιδ
ἐπὶ
σὲ
καὶ
βαλῶ
περὶ
σὲ
χάρακα
καὶ
ϑήσω
περὶ
σὲ
πύργους
,
Verse: 4
καὶ
ταπεινωϑήσονται
οἱ
λόγοι
σου
εἰς
τὴν
γῆν
,
καὶ
εἰς
τὴν
γῆν
οἱ
λόγοι
σου
δύσονται
·
καὶ
ἔσται
ὡς
οἱ
ϕωνοῦντες
ἐκ
τῆς
γῆς
ἡ
ϕωνή
σου
,
καὶ
πρὸς
τὸ
ἔδαϕος
ἡ
ϕωνή
σου
ἀσϑενήσει
.
Verse: 5
καὶ
ἔσται
ὡς
κονιορτὸς
ἀπὸ
τροχοῦ
ὁ
πλοῦτος
τῶν
ἀσεβῶν
καὶ
ὡς
χνοῦς
ϕερόμενος
,
καὶ
ἔσται
ὡς
στιγμὴ
παραχρῆμα
Verse: 6
παρὰ
κυρίου
σαβαωϑ
·
ἐπισκοπὴ
γὰρ
ἔσται
μετὰ
βροντῆς
καὶ
σεισμοῦ
καὶ
ϕωνῆς
μεγάλης
,
καταιγὶς
ϕερομένη
καὶ
ϕλὸξ
πυρὸς
κατεσϑίουσα
.
Verse: 7
καὶ
ἔσται
ὡς
ὁ
ἐνυπνιαζόμενος
ἐν
ὕπνῳ
ὁ
πλοῦτος
τῶν
ἐϑνῶν
πάντων
,
ὅσοι
ἐπεστράτευσαν
ἐπὶ
Αριηλ
,
καὶ
πάντες
οἱ
στρατευσάμενοι
ἐπὶ
Ιερουσαλημ
καὶ
πάντες
οἱ
συνηγμένοι
ἐπ
'
αὐτὴν
καὶ
ϑλίβοντες
αὐτήν
.
Verse: 8
καὶ
ἔσονται
ὡς
οἱ
ἐν
ὕπνῳ
πίνοντες
καὶ
ἔσϑοντες
,
καὶ
ἐξαναστάντων
μάταιον
αὐτῶν
τὸ
ἐνύπνιον
,
καὶ
ὃν
τρόπον
ἐνυπνιάζεται
ὁ
διψῶν
ὡς
πίνων
καὶ
ἐξαναστὰς
ἔτι
διψᾷ
,
ἡ
δὲ
ψυχὴ
αὐτοῦ
εἰς
κενὸν
ἤλπισεν
,
οὕτως
ἔσται
ὁ
πλοῦτος
πάντων
τῶν
ἐϑνῶν
,
ὅσοι
ἐπεστράτευσαν
ἐπὶ
τὸ
ὄρος
Σιων
.
Verse: 9
ἐκλύϑητε
καὶ
ἔκστητε
καὶ
κραιπαλήσατε
οὐκ
ἀπὸ
σικερα
οὐδὲ
ἀπὸ
οἴνου
·
Verse: 10
ὅτι
πεπότικεν
ὑμᾶς
κύριος
πνεύματι
κατανύξεως
καὶ
καμμύσει
τοὺς
ὀϕϑαλμοὺς
αὐτῶν
καὶ
τῶν
προϕητῶν
αὐτῶν
καὶ
τῶν
ἀρχόντων
αὐτῶν
,
οἱ
ὁρῶντες
τὰ
κρυπτά
.
Verse: 11
καὶ
ἔσονται
ὑμῖν
πάντα
τὰ
ῥήματα
ταῦτα
ὡς
οἱ
λόγοι
τοῦ
βιβλίου
τοῦ
ἐσϕραγισμένου
τούτου
,
ὃ
ἐὰν
δῶσιν
αὐτὸ
ἀνϑρώπῳ
ἐπισταμένῳ
γράμματα
λέγοντες
᾽Ανάγνωϑι
ταῦτα
·
καὶ
ἐρεῖ
Οὐ
δύναμαι
ἀναγνῶναι
,
ἐσϕράγισται
γάρ
.
Verse: 12
καὶ
δοϑήσεται
τὸ
βιβλίον
τοῦτο
εἰς
χεῖρας
ἀνϑρώπου
μὴ
ἐπισταμένου
γράμματα
,
καὶ
ἐρεῖ
αὐτῷ
᾽Ανάγνωϑι
τοῦτο
·
καὶ
ἐρεῖ
Οὐκ
ἐπίσταμαι
γράμματα
.
Verse: 13
Καὶ
εἶπεν
κύριος
᾽Εγγίζει
μοι
ὁ
λαὸς
οὗτος
τοῖς
χείλεσιν
αὐτῶν
τιμῶσίν
με
,
ἡ
δὲ
καρδία
αὐτῶν
πόρρω
ἀπέχει
ἀπ
'
ἐμοῦ
,
μάτην
δὲ
σέβονταί
με
διδάσκοντες
ἐντάλματα
ἀνϑρώπων
καὶ
διδασκαλίας
.
Verse: 14
διὰ
τοῦτο
ἰδοὺ
ἐγὼ
προσϑήσω
τοῦ
μεταϑεῖναι
τὸν
λαὸν
τοῦτον
καὶ
μεταϑήσω
αὐτοὺς
καὶ
ἀπολῶ
τὴν
σοϕίαν
τῶν
σοϕῶν
καὶ
τὴν
σύνεσιν
τῶν
συνετῶν
κρύψω
.
Verse: 15
οὐαὶ
οἱ
βαϑέως
βουλὴν
ποιοῦντες
καὶ
οὐ
διὰ
κυρίου
·
οὐαὶ
οἱ
ἐν
κρυϕῇ
βουλὴν
ποιοῦντες
καὶ
ἔσται
ἐν
σκότει
τὰ
ἔργα
αὐτῶν
καὶ
ἐροῦσιν
Τίς
ἡμᾶς
ἑώρακεν
καὶ
τίς
ἡμᾶς
γνώσεται
ἢ
ἃ
ἡμεῖς
ποιοῦμεν
;
Verse: 16
οὐχ
ὡς
ὁ
πηλὸς
τοῦ
κεραμέως
λογισϑήσεσϑε
;
μὴ
ἐρεῖ
τὸ
πλάσμα
τῷ
πλάσαντι
Οὐ
σύ
με
ἔπλασας
;
ἢ
τὸ
ποίημα
τῷ
ποιήσαντι
Οὐ
συνετῶς
με
ἐποίησας
;
Verse: 17
οὐκέτι
μικρὸν
καὶ
μετατεϑήσεται
ὁ
Λίβανος
ὡς
τὸ
ὄρος
τὸ
Χερμελ
καὶ
τὸ
ὄρος
τὸ
Χερμελ
εἰς
δρυμὸν
λογισϑήσεται
;
Verse: 18
καὶ
ἀκούσονται
ἐν
τῇ
ἡμέρᾳ
ἐκείνῃ
κωϕοὶ
λόγους
βιβλίου
,
καὶ
οἱ
ἐν
τῷ
σκότει
καὶ
οἱ
ἐν
τῇ
ὁμίχλῃ
ὀϕϑαλμοὶ
τυϕλῶν
βλέψονται
·
Verse: 19
καὶ
ἀγαλλιάσονται
πτωχοὶ
διὰ
κύριον
ἐν
εὐϕροσύνῃ
,
καὶ
οἱ
ἀπηλπισμένοι
τῶν
ἀνϑρώπων
ἐμπλησϑήσονται
εὐϕροσύνης
.
Verse: 20
ἐξέλιπεν
ἄνομος
,
καὶ
ἀπώλετο
ὑπερήϕανος
,
καὶ
ἐξωλεϑρεύϑησαν
οἱ
ἀνομοῦντες
ἐπὶ
κακίᾳ
Verse: 21
καὶ
οἱ
ποιοῦντες
ἁμαρτεῖν
ἀνϑρώπους
ἐν
λόγῳ
·
πάντας
δὲ
τοὺς
ἐλέγχοντας
ἐν
πύλαις
πρόσκομμα
ϑήσουσιν
καὶ
ἐπλαγίασαν
ἐν
ἀδίκοις
δίκαιον
.
Verse: 22
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
ἐπὶ
τὸν
οἶκον
Ιακωβ
,
ὃν
ἀϕώρισεν
ἐξ
Αβρααμ
Οὐ
νῦν
αἰσχυνϑήσεται
Ιακωβ
οὐδὲ
νῦν
τὸ
πρόσωπον
μεταβαλεῖ
Ισραηλ
·
Verse: 23
ἀλλ
'
ὅταν
ἴδωσιν
τὰ
τέκνα
αὐτῶν
τὰ
ἔργα
μου
,
δι
'
ἐμὲ
ἁγιάσουσιν
τὸ
ὄνομά
μου
καὶ
ἁγιάσουσιν
τὸν
ἅγιον
Ιακωβ
καὶ
τὸν
ϑεὸν
τοῦ
Ισραηλ
ϕοβηϑήσονται
.
Verse: 24
καὶ
γνώσονται
οἱ
τῷ
πνεύματι
πλανώμενοι
σύνεσιν
,
οἱ
δὲ
γογγύζοντες
μαϑήσονται
ὑπακούειν
,
καὶ
αἱ
γλώσσαι
αἱ
ψελλίζουσαι
μαϑήσονται
λαλεῖν
εἰρήνην
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.