TITUS
Novum Testamentum graece
Part No. 228
Previous part

Chapter: 4 
Verse: 1    Χριστοῦ οὖν παϑόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασϑε, ὅτι παϑὼν σαρκὶ πέπαυται ἁμαρτίας,
Verse: 2    
εἰς τὸ μηκέτι ἀνϑρώπων ἐπιϑυμίαις ἀλλὰ ϑελήματι ϑεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
Verse: 3    
ἀρκετὸς γὰρ παρεληλυϑὼς χρόνος τὸ βούλημα τῶν ἐϑνῶν κατειργάσϑαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιϑυμίαις, οἰνοϕλυγίαις, κώμοις, πότοις, καὶ ἀϑεμίτοις εἰδωλολατρίαις.
Verse: 4    
ἐν ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασϕημοῦντες·
Verse: 5    
οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς.
Verse: 6    
εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσϑη ἵνα κριϑῶσι μὲν κατὰ ἀνϑρώπους σαρκὶ ζῶσι δὲ κατὰ ϑεὸν πνεύματι.
Verse: 7    
Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωϕρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς·
Verse: 8    
πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆϑος ἁμαρτιῶν·
Verse: 9    
ϕιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ·
Verse: 10    
ἕκαστος καϑὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος ϑεοῦ.
Verse: 11    
εἴ τις λαλεῖ, ὡς λόγια ϑεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ϑεός· ἵνα ἐν πᾶσιν δοξάζηται ϑεὸς διὰ ᾽Ιησοῦ Χριστοῦ, ἐστιν δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Verse: 12    
᾽Αγαπητοί, μὴ ξενίζεσϑε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος,
Verse: 13    
ἀλλὰ καϑὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παϑήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
Verse: 14    
εἰ ὀνειδίζεσϑε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ ϑεοῦ πνεῦμα ἐϕ' ὑμᾶς ἀναπαύεται.
Verse: 15    
μὴ γάρ τις ὑμῶν πασχέτω ὡς ϕονεὺς κλέπτης κακοποιὸς ὡς ἀλλοτριεπίσκοπος·
Verse: 16    
εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσϑω, δοξαζέτω δὲ τὸν ϑεὸν ἐν τῷ ὀνόματι τούτῳ.
Verse: 17    
ὅτι καιρὸς τοῦ ἄρξασϑαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ ϑεοῦ· εἰ δὲ πρῶτον ἀϕ' ἡμῶν, τί τὸ τέλος τῶν ἀπειϑούντων τῷ τοῦ ϑεοῦ εὐαγγελίῳ;
Verse: 18    
καὶ εἰ δίκαιος μόλις σῴζεται, ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ ϕανεῖται;
Verse: 19    
ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ ϑέλημα τοῦ ϑεοῦ πιστῷ κτίστῃ παρατιϑέσϑωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαϑοποιίᾳ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.