TITUS
Novum Testamentum graece
Part No. 227
Chapter: 3
Verse: 1
῾Ομοίως
[αἱ]
γυναῖκες
ὑποτασσόμεναι
τοῖς
ἰδίοις
ἀνδράσιν
,
ἵνα
καὶ
εἴ
τινες
ἀπειϑοῦσιν
τῷ
λόγῳ
διὰ
τῆς
τῶν
γυναικῶν
ἀναστροϕῆς
ἄνευ
λόγου
κερδηϑήσονται
Verse: 2
ἐποπτεύσαντες
τὴν
ἐν
ϕόβῳ
ἁγνὴν
ἀναστροϕὴν
ὑμῶν
.
Verse: 3
ὧν
ἔστω
οὐχ
ὁ
ἔξωϑεν
ἐμπλοκῆς
τριχῶν
καὶ
περιϑέσεως
χρυσίων
ἢ
ἐνδύσεως
ἱματίων
κόσμος
,
Verse: 4
ἀλλ
'
ὁ
κρυπτὸς
τῆς
καρδίας
ἄνϑρωπος
ἐν
τῷ
ἀϕϑάρτῳ
τοῦ
πραέως
καὶ
ἡσυχίου
πνεύματος
,
ὅ
ἐστιν
ἐνώπιον
τοῦ
ϑεοῦ
πολυτελές
.
Verse: 5
οὕτως
γάρ
ποτε
καὶ
αἱ
ἅγιαι
γυναῖκες
αἱ
ἐλπίζουσαι
εἰς
ϑεὸν
ἐκόσμουν
ἑαυτάς
,
ὑποτασσόμεναι
τοῖς
ἰδίοις
ἀνδράσιν
,
Verse: 6
ὡς
Σάρρα
ὑπήκουσεν
τῷ
᾽Αβραάμ
,
κύριον
αὐτὸν
καλοῦσα
·
ἧς
ἐγενήϑητε
τέκνα
ἀγαϑοποιοῦσαι
καὶ
μὴ
ϕοβούμεναι
μηδεμίαν
πτόησιν
.
Verse: 7
Οἱ
ἄνδρες
ὁμοίως
συνοικοῦντες
κατὰ
γνῶσιν
,
ὡς
ἀσϑενεστέρῳ
σκεύει
τῷ
γυναικείῳ
ἀπονέμοντες
τιμήν
,
ὡς
καὶ
συγκληρονόμοις
χάριτος
ζωῆς
,
εἰς
τὸ
μὴ
ἐγκόπτεσϑαι
τὰς
προσευχὰς
ὑμῶν
.
Verse: 8
Τὸ
δὲ
τέλος
πάντες
ὁμόϕρονες
,
συμπαϑεῖς
,
ϕιλάδελϕοι
,
εὔσπλαγχνοι
,
ταπεινόϕρονες
,
Verse: 9
μὴ
ἀποδιδόντες
κακὸν
ἀντὶ
κακοῦ
ἢ
λοιδορίαν
ἀντὶ
λοιδορίας
,
τοὐναντίον
δὲ
εὐλογοῦντες
,
ὅτι
εἰς
τοῦτο
ἐκλήϑητε
ἵνα
εὐλογίαν
κληρονομήσητε
.
Verse: 10
ὁ
γὰρ
ϑέλων
ζωὴν
ἀγαπᾶν
καὶ
ἰδεῖν
ἡμέρας
ἀγαϑὰς
παυσάτω
τὴν
γλῶσσαν
ἀπὸ
κακοῦ
καὶ
χείλη
τοῦ
μὴ
λαλῆσαι
δόλον
,
Verse: 11
ἐκκλινάτω
δὲ
ἀπὸ
κακοῦ
καὶ
ποιησάτω
ἀγαϑόν
,
ζητησάτω
εἰρήνην
καὶ
διωξάτω
αὐτήν
.
Verse: 12
ὅτι
ὀϕϑαλμοὶ
κυρίου
ἐπὶ
δικαίους
καὶ
ὦτα
αὐτοῦ
εἰς
δέησιν
αὐτῶν
,
πρόσωπον
δὲ
κυρίου
ἐπὶ
ποιοῦντας
κακά
.
Verse: 13
Καὶ
τίς
ὁ
κακώσων
ὑμᾶς
ἐὰν
τοῦ
ἀγαϑοῦ
ζηλωταὶ
γένησϑε
;
Verse: 14
ἀλλ
'
εἰ
καὶ
πάσχοιτε
διὰ
δικαιοσύνην
,
μακάριοι
.
τὸν
δὲ
ϕόβον
αὐτῶν
μὴ
ϕοβηϑῆτε
μηδὲ
ταραχϑῆτε
,
Verse: 15
κύριονδὲ
τὸν
Χριστὸν
ἁγιάσατε
ἐν
ταῖς
καρδίαις
ὑμῶν
,
ἕτοιμοι
ἀεὶ
πρὸς
ἀπολογίαν
παντὶ
τῷ
αἰτοῦντι
ὑμᾶς
λόγον
περὶ
τῆς
ἐν
ὑμῖν
ἐλπίδος
,
Verse: 16
ἀλλὰ
μετὰ
πραύτητος
καὶ
ϕόβου
,
συνείδησιν
ἔχοντες
ἀγαϑήν
,
ἵνα
ἐν
ᾧ
καταλαλεῖσϑε
καταισχυνϑῶσιν
οἱ
ἐπηρεάζοντες
ὑμῶν
τὴν
ἀγαϑὴν
ἐν
Χριστῷ
ἀναστροϕήν
.
Verse: 17
κρεῖττον
γὰρ
ἀγαϑοποιοῦντας
,
εἰ
ϑέλοι
τὸ
ϑέλημα
τοῦ
ϑεοῦ
,
πάσχειν
ἢ
κακοποιοῦντας
.
Verse: 18
ὅτι
καὶ
Χριστὸς
ἅπαξ
περὶ
ἁμαρτιῶν
[ὑπὲρ
ὑμῶν]
ἀπέϑανεν
,
δίκαιος
ὑπὲρ
ἀδίκων
,
ἵνα
ὑμᾶς
προσαγάγῃ
τῷ
ϑεῷ
,
ϑανατωϑεὶς
μὲν
σαρκὶ
ζῳοποιηϑεὶς
δὲ
πνεύματι
·
Verse: 19
ἐν
ᾧ
καὶ
τοῖς
ἐν
ϕυλακῇ
πνεύμασιν
πορευϑεὶς
ἐκήρυξεν
,
Verse: 20
ἀπειϑήσασίν
ποτε
ὅτε
ἀπεξεδέχετο
ἡ
τοῦ
ϑεοῦ
μακροϑυμία
ἐν
ἡμέραις
Νῶε
κατασκευαζομένης
κιβωτοῦ
,
εἰς
ἣν
ὀλίγοι
,
τοῦτ
'
ἔστιν
ὀκτὼ
ψυχαί
,
διεσώϑησαν
δι
'
ὕδατος
.
Verse: 21
ὃ
καὶ
ὑμᾶς
ἀντίτυπον
νῦν
σῴζει
βάπτισμα
,
οὐ
σαρκὸς
ἀπόϑεσις
ῥύπου
ἀλλὰ
συνειδήσεως
ἀγαϑῆς
ἐπερώτημα
εἰς
ϑεόν
,
δι
'
ἀναστάσεως
᾽Ιησοῦ
Χριστοῦ
,
Verse: 22
ὅς
ἐστιν
ἐν
δεξιᾷ
[τοῦ]
ϑεοῦ
,
πορευϑεὶς
εἰς
οὐρανόν
,
ὑποταγέντων
αὐτῷ
ἀγγέλων
καὶ
ἐξουσιῶν
καὶ
δυνάμεων
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.